§19.204τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· §19.205ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, §19.206ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ· §19.207τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· §19.208ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, §19.209κλαιούσης ἑὸν ἄνδρα παρήμενον.
听着这话,她的眼泪流了下来,她的肌肤仿佛融化了;犹如高山之巅的积雪融化,那是在西风降雪之后,东风将其吹融;随着积雪融化,流淌的河水便盈满暴涨;同样地,当她流泪时,她那美丽的脸颊也仿佛融化了,哭泣着思念那正坐在身旁的丈夫。
αὐτὰρ Ὀδυσσεὺς §19.210θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, §19.211ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος §19.212ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
然而奥德修斯在心中怜悯着痛苦哭泣的妻子,他的双眼却如同牛角或钢铁般,在眼睑间纹丝不动;他用计谋隐藏了自己的眼泪。
§19.213ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, §19.214ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· §19.215νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι, §19.216εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι §19.217ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
当她终于哭够了这充满泪水的哀恸,便再次开口,回答他说道: “客人啊,现在我想我要试探你一番,看看你是否真的如你所言,在那儿和神一般的伙伴们一起,在你的大殿里款待过我的丈夫。
§19.218εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο, §19.219αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
请告诉我,他身上穿着怎样的衣服,他自己是怎样一个人,以及跟随他的伙伴们又是如何。
§19.220τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.221ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα §19.222εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν §19.223ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
” 足智多谋的奥德修斯回答她说道: “夫人啊,分离了如此长久的时间,要说清楚实属不易;因为如今已是第二十个年头,自他离开那里、别了我那祖国。
§19.224αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
但即便如此,我仍会按照我心中的记忆向你诉说。
§19.225χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς, §19.226διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο §19.227αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν· §19.228ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
高贵的奥德修斯穿着一件紫色的、起绒的双重斗篷;他身上别着一枚黄金制成的别针,带有双重插筒;正面是精美的图案:一只猎狗前爪抓着一只斑驳的小鹿,凝视着它挣扎。
§19.229ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες, §19.230ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων, §19.231αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
众人都对这件艺术品惊叹不已,虽然它们是黄金铸成,那狗却逼真地扼住小鹿凝视,而那小鹿则拼命蹬着四蹄挣扎逃生。
§19.232τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα, §19.233οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο· §19.234τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς· §19.235ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
我还注意到他身上穿着的光鲜衣衫,就像干洋葱的皮一般薄软;它是如此柔软,又像太阳一样闪亮;确实有许多女人怀着赞叹凝视着它。
§19.236ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §19.237οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς, §19.238ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι, §19.239ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς §19.240ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
我还要告诉你另一件事,请你记在心上:我不知道奥德修斯是在家里就穿上了这些衣服,还是他登上快船出发时某位同伴赠送给他的,又或是某位客人送的,因为奥德修斯与许多人都有交情;因为阿开亚人中很少有人能与他相比。
§19.241καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα §19.242καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα, §19.243αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
我也曾送给他一把青铜剑和一件精美的、紫色的双重斗篷,以及一件带流苏的长衫,怀着敬意送他登上那装备精良的战船。
§19.244καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ §19.245εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
此外,还有一位年纪比他稍大一点的传令官跟随着他;我也要告诉你那个人是怎样的模样。
§19.246γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος, §19.247Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων §19.248ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
他圆肩驼背,皮肤黝黑,一头卷发,名字叫作欧律巴忒斯;奥德修斯在所有同伴中最器重他,因为他的心思与自己最相契合。
§19.249ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο, §19.250σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
他这番话在她的心中更激起了痛哭的渴望,因为她认出了奥德修斯如此真切道出的确凿凭证。
§19.251ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο. §19.252καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε· §19.253νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός, §19.254ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε· §19.255αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις, §19.256πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν §19.257κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις §19.258οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
当她终于哭够了这充满泪水的哀恸,便再次开口,回答他说道: “客人啊,虽然先前你在我眼中甚是可怜,如今在我的大殿里,你将成为亲切而受人尊重的客友;因为正如你所说,那些衣服是我亲手从卧房里拿出来折叠好并送给他的,那枚闪亮的别针也是我亲手别上的,作为他的装饰;然而我再也无法迎接他回归他可爱的祖国故土了。
于是,在厄运的驱使下,奥德修斯搭乘那空心的战船前往那不配提起名字的邪恶的伊利昂。
§19.261τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.262ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, §19.263μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν §19.264τῆκε, πόσιν γοόωσα.
” 足智多谋的奥德修斯回答她说道: “拉埃尔特斯之子奥德修斯那受人尊敬的妻子,请不要再损伤你那美丽的肌肤,也不要再因思念丈夫而哀恸消磨你的心。