Humanitext Reader

荷马 · 奥德赛 §18.358-18.428

欧律马科斯的嘲弄与掷凳风波

第 132 段,共 173 段 · 希腊语

内容简介

奥德修斯反击了欧律马科斯的嘲弄,愤怒的欧律马科斯向其投掷足凳,在大厅内引发骚乱。特勒马科斯和阿姆菲诺乌斯平息了局势,求婚者们奠酒后各自回家。

§18.358ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται— §18.359αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
“在田地的边缘——给你的报酬是足够的—— 捡石垒墙,并种植高大的树木?
§18.360ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, §18.361εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
在那里,我将为你提供充裕的粮食,给你穿上衣服,并在脚上穿上鞋子。
§18.362ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις §18.363ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον §18.364βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
但既然你只学会了游手好闲,你将不愿去干活,而是更想在乡间乞讨,好填饱你那永不满足的肚子。
§18.365τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §18.366Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
” 足智多谋的奥德修斯回答他说道: “欧律马科斯啊,若我们两人之间能有一场农活的较量该多好。
§18.367ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, §18.368ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, §18.369καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου §18.370νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
在春天的季节,当白昼变长的时候,在草地上。 我有一把弯曲得恰到好处的大镰刀,你也有同样的一把,好让我们能测试农活的能力,挨饿一直干到夜色深沉,而草地上的草也很充足。
§18.371εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, §18.372αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, §18.373ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, §18.374τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· §18.375τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
或者,若还有牛供我们驱赶,那是最好的牛,毛色红亮、高大,两头都吃饱了草,年龄相同、拉力均等,且力气毫无衰退,并且有四吉尤安的田地,土块在犁下顺从;那时你就会看到我,是否能切出一条连续而平直的犁沟。
§18.376εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων §18.377σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε §18.378καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
或者,若克罗诺斯之子在今天从某处挑起战争,而我有一面盾和两支矛,还有一顶全青铜的兜鍪,紧贴在我的太阳穴上。
§18.379τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, §18.380οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
那时你就会看到我,投身于最前线的勇士之中,而你也不会再指责并嘲笑我的肚子。
§18.381ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής· §18.382καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, §18.383οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
但你极其傲慢,而且心肠冷酷;你想必自以为是某个伟大而强有力的人物,因为你只与少数且并非优秀的人交往。
§18.384εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, §18.385αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, §18.386φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
但如果奥德修斯归来并到达祖国的土地,那些大门,尽管极为宽阔,对于逃跑的你来说,穿过前庭逃往门外也会显得过于狭窄。
§18.387ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, §18.388καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· §18.389ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις §18.390θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ §18.391ταρβεῖς·
” 他这样说着,欧律马科斯在心底更加愤怒,狠狠瞪着他,说出了长翅膀的话语: “啊,可怜的家伙,你竟敢在一众男子面前如此大胆地说话,心里一点也不害怕,我很快就会让你尝到恶果。
ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ §18.392τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
必定是酒水迷糊了你的神智,或是你一直就是这种脾气,所以才胡言乱语。
§18.393ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
你是因为打败了流浪汉伊罗斯,就得意忘形了吗?
§18.394ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς §18.395Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, §18.396Εὐρύμαχον δείσας·
” 他说完便抓起一把足凳;而奥德修斯躲到了杜利基翁人阿姆菲诺乌斯的膝下,惧怕欧律马科斯。
ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα §18.397δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, §18.398αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
那足凳打中了斟酒人的右手;酒壶落地,发出清脆的响声,那人呻吟着仰面跌倒在尘土中。
§18.399μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, §18.400ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §18.401αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι §18.402πρὶν ἐλθεῖν·
求婚者们在昏暗的大殿里喧嚷起来,有人看着身边的人这样说道: “但愿那个流浪的外邦人在来到这里之前,死在别的地方。
τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
这样他就不会给我们带来如此大的喧闹。
§18.403νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς §18.404ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
如今我们却在为乞丐争吵,这美好的宴会乐趣也将荡然无存,因为坏事占了上风。
§18.405τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο §18.406δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ §18.407βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
” 对他们,尊贵的特勒马科斯的神圣力量开口说道: “疯子们,你们已经狂妄了,不再把心中的饮食餍足隐藏起来;必定是某位神明在驱使你们。
§18.408ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, §18.409ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
既然已经饱餐,你们就各自回家睡觉去吧,当你们的心意驱使你们时;而我绝不会驱逐任何人。
§18.410ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες §18.411Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
” 他这样说着,所有人惊奇得咬紧嘴唇,赞叹特勒马科斯竟然如此大胆地说话。
§18.412τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε §18.413Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· §18.414ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ §18.415ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· §18.416μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον §18.417δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
在他们之中,阿姆菲诺乌斯开口向他们说话,他是尼索斯辉煌的儿子,其父是君主阿雷托斯: “朋友们,对于说得公正的话,任何人都不应该用敌对的话语去责难并动怒;既不要虐待这位外邦人,也不要虐待任何在神圣奥德修斯府上服务的奴仆。
§18.418ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, §18.419ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· §18.420τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος §18.421Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
来吧,让斟酒人为杯子注入第一滴酒,好让我们奠酒后,各自回家去睡觉;至于这位外邦人,就让他留在奥德修斯的大殿里,托付给特勒马科斯照料,因为他来到了特勒马科斯亲切的家中。
§18.422ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
” 他这样说着,他的话让所有人满意。
§18.423τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, §18.424κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· §18.425νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι §18.426σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
英雄穆利奥斯为他们调和了混酒缸,他是杜利基翁的传令官,也是阿姆菲诺乌斯的侍从;他依次为所有人分发了酒;他们向幸福的众神奠酒后,饮下了如蜜般甘甜的美酒。
§18.427αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, §18.428βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
奠酒并随心所欲地饮酒之后,他们便动身前去睡觉,各自回到了自己的家中。

词汇与语法注释

  1. §18.359αἱμασιάς τε λέγων — 这里的现在分词 λέγων 并非取自“说话”之意,而是源于古老的诗歌用法,即 λέγω 意为“收集、采集”,因此指“收集石头以修筑石墙”。
  2. §18.366εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο — 愿望小词 εἰ γάρ 后接祈愿式(γένοιτο),表示一种假设性或难以实现的愿望(“如果我们两人之间能有一场农活的较量该多好”)。
  3. §18.396οἰνοχόον βάλε χεῖρα / δεξιτερήν — 整体与部分的名词双宾格(又称作“整体与部分结构”)。动词 βάλε(击中)同时以受害者整体(οἰνοχόον)和具体被击中的身体部位(χεῖρα δεξιτερήν)作为宾格。
  4. §18.401αἴθʼ ὤφελλʼ ... ὀλέσθαι — 表示过去未实现的愿望。感叹词 αἴθε(或 εἴθε)与 ὤφελλε(动词 ὀφείλω 的不定过去时形式)及不定式(ὀλέσθαι)连用,表示“要是……就好了(但实际上没有)”。

引用这一段

荷马, 奥德赛 §18.358-18.428. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:18.358-18.428

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。