§17.1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §17.2δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα §17.3Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, §17.4εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, §17.5ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· §17.6ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ §17.7ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω §17.8κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, §17.9πρίν γʼ αὐτόν με ἴδηται·
When early-born, rosy-fingered Dawn appeared, then indeed, under his feet, bound his beautiful sandals Telemachus, the dear son of divine Odysseus, and he took his mighty spear, which fitted his hand well, eager to go to the city, and he addressed his swineherd: "Father, indeed I am going to the city, so that my mother may see me; for I do not think she will cease from painful weeping and tearful wailing, until she sees me myself.
ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
But to you I give these charges.
§17.10τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι §17.11δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι §17.12πύρνον καὶ κοτύλην·
Lead the wretched stranger to the city, so that he may beg for his food there; and whoever wishes will give him a crust and a cup.
ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας §17.13ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
But as for me, it is in no way possible to endure all men, even though I have griefs in my heart.
§17.14ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ §17.15ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. §17.16τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §17.17ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
And if the stranger is very angry, it will be the worse for him; for indeed it is my pleasure to speak the truth." And resourceful Odysseus answered him and said: "My friend, I myself have no desire to be kept here.
§17.18πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς §17.19δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
It is better for a beggar to beg for his food in the city than in the fields; and whoever wishes will give to me.
§17.20οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, §17.21ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
For I am no longer of such an age to remain at the farmsteads, so as to obey a master in everything who gives me orders.
§17.22ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, §17.23αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
But go on; and this man whom you order will lead me, as soon as I have warmed myself at the fire and there is warmth from the sun.
§17.24αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ §17.25στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι. §17.26ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, §17.27κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
For these clothes I have are terribly poor; I fear the morning frost may overcome me; and you say the city is far off." So he spoke, and Telemachus went through the farmstead, stepping quickly with his feet, and he was sowing evils for the suitors.
§17.28αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, §17.29ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, §17.30αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
But when he reached the well-inhabited house, he carried his spear and set it against a tall pillar, and he himself went inside and stepped over the stone threshold.
§17.31τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, §17.32κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, §17.33δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι §17.34δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, §17.35καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
And far the first to see him was the nurse Eurycleia, as she was spreading fleeces on the finely carved chairs; and weeping, she then went straight toward him; and around him gathered the other handmaids of patient Odysseus, and they kissed his head and shoulders, welcoming him.
§17.36ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, §17.37Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, §17.38ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, §17.39κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, §17.40καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §17.41ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος.
And wise Penelope came forth from her chamber, like Artemis or golden Aphrodite, and weeping, she threw her arms around her dear son, and kissed his head and both his beautiful eyes, and wailing, she spoke winged words to him: "You have come, Telemachus, sweet light!
οὔ σʼ ἔτʼ ἐγώ γε §17.42ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε §17.43λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
I did not think I would ever see you again, after you went in a ship to Pylos, secretly, against my will, to seek news of your dear father.
§17.44ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. §17.45τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §17.46μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ §17.47ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
But come, tell me how you met with his sight." And wise Telemachus answered her: "My mother, do not arouse wailing in me, nor stir the heart within my breast, when I have only just escaped sheer destruction.
§17.48ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, §17.49εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν §17.50εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας §17.51ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
But wash yourself, take clean clothes for your body, and going up to your upper chamber with your serving-women, pray to all the gods that you will sacrifice perfect hecatombs, if Zeus might some day bring about deeds of retribution.
§17.52αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω §17.53ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
But I will go to the assembly place, so that I may summon the stranger who accompanied me here from there as I came.
§17.54τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, §17.55Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα §17.56ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. §17.57ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
Him I sent ahead with my godlike companions, and I bade Peiraeus to take him to his house and kindly entertain and honor him until I should come." So he spoke, and her word remained unwinged.
§17.58ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, §17.59εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας §17.60ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
And she washed herself, took clean clothes for her body, pray to all the gods that she would sacrifice perfect hecatombs, if Zeus might some day bring about deeds of retribution.
§17.61Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει §17.62ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
And then Telemachus went out through the hall, holding his spear; and with him followed two swift hounds.
§17.63θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· §17.64τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
And Athena shed wondrous grace upon him, and all the people gazed at him as he came.
§17.65ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο §17.66ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
And around him gathered the proud suitors, speaking fair words, but plotting evils deep in their hearts.
§17.67αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
But he then avoided the great crowd of them,