§15.74χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
客人留宿时应当款待,想要离去时则应送行。
§15.75ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω §15.76καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ §15.77δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
所以且请等待,直到我带来礼物并安放在车座上,让你亲眼看见这些美物,并且我吩咐女仆们用屋里充足的存粮在厅堂里准备一餐饭食。
在出发前往无边无际的广阔大地之前,先用一餐,这既是荣耀、体面,也是对旅途大有裨益的事情。
§15.80εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος, §15.81ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους, §15.82ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας §15.83αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, §15.84ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, §15.85ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
如果你你想周游希腊和阿耳戈斯的中部,好让我亲自陪同你,为你驾驭马匹,领你游历人们的城镇;而且绝不会有人让我们白白空手而归,而会赠送一件礼物让我们带走,或是一个精美的青铜三脚鼎,或是一个大盆,或是两头骡子,或是一个黄金的杯盏。
§15.86τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.87Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, §15.88βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν §15.89οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
聪慧的特勒马科斯随即回答他说: “阿特柔斯之子梅内劳斯,宙斯育佑的人民领袖啊,我现在只想回到我们自己的家园;因为我启程时,并没有在后方留下看管我财产的守护人。
免得我一方面在寻找神一般的父亲时自己丧了命,另一方面我府邸里珍贵的宝物被偷盗遗失。
§15.92αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, §15.93αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε §15.94δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
” 善战的梅内劳斯一听到这话,立刻吩咐他的妻子和女仆们,用屋里充足的存粮在厅堂里准备一餐饭食。
§15.95ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, §15.96ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· §15.97τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος §15.98ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
此时,波埃托俄斯之子埃特奥纽斯走上前近旁,他刚从床上起来,因为他住得离他并不远;善战的梅内劳斯吩咐他去升火并且烤肉;他听罢也未敢违命。
梅内劳斯自己则下到了那香气四溢的宝库,并非独自一人,海伦和梅加彭忒斯也一同随行。
§15.101ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο, §15.102Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον, §15.103υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν §15.104ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν, §15.105ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
当他们终于来到存放珍宝的地方,阿特柔斯之子便拿取了一盏双耳杯,并吩咐他的儿子梅加彭忒斯搬运一只混酒器,那是银制的;海伦则站在衣柜旁,那里存放着她亲手缝制、花纹精美的霓裳。
§15.106τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν, §15.107ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, §15.108ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
妇人中高贵的海伦从中挑出一件拿在手中,那是花纹最美、尺幅最大的一件,亮如寒星;它曾一直被压在所有衣物的最底层。
§15.109βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο §15.110Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος· §15.111Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς, §15.112ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
他们穿行于大殿中向前走去,直到见到了特勒马科斯;金发梅内劳斯便对他说道: “特勒马科斯啊,但愿赫拉那雷声隆隆的丈夫宙斯,能如你心中所愿,成全你的归途。
在我府邸中所藏纳的这些珍宝重礼中,我要赠予你其中最精美、最贵重的一件。
§15.115δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ §15.116ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, §15.117ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως, §15.118Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε §15.119κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
我要送你一只制作精妙的混酒器;它通体由纯银制成,杯口边缘则镶以黄金,乃是赫淮斯托斯的杰作;那是在我归国途中、他的宫殿庇护接纳我时,赠送给我的;如今我愿将它转赠予你。
§15.120ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον §15.121ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν §15.122θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης, §15.123ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος §15.124πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §15.125δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, §15.126μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην, §15.127σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ §15.128κείσθω ἐνὶ μεγάρῳ.
” 他这样说着,那阿特柔斯之子的英雄便将双耳杯交在他手中;接着,强健的梅加彭忒斯端着那只闪亮的银制混酒器,走上前来安放在他的面前;美颊的海伦也站在一旁,手里拿着那件华服,对他开口款款说道: “亲爱的孩子啊,我也把这件礼物送给你,作为海伦亲手缝制的留念,等到那令人向往的婚礼佳期,让你的妻子穿戴;而在那之前,且让它放在你母亲的闺房厅堂中。
σὺ δέ μοι χαίρων ἀφίκοιο §15.129οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
愿你满怀欢欣,安全回到你那建造精美的宅邸,回到你的祖国土地。
§15.130ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
” 她这样说着,将衣物交到他手中,他也满心欢喜地接了过去。
英雄佩西斯特拉托斯接过这些礼物,将其安置在车篮中,并在心中惊叹地注视着这一切。
§15.133τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. §15.134ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
金发梅内劳斯领着他们朝大殿走去;随后他们便在长椅和宝座上就坐。
§15.135χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §15.136καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, §15.137νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
一个女仆提着精美的水壶倒出清水,清水落在银盆之上,供他们洗手;并在他们身旁摆开一张擦拭得锃亮的木桌。
庄重的女管家送来面包摆在案上,奉上许多美味,慷慨地拿出库房里现有之物款待。
在一旁,波埃托俄斯之子切分着肉块,分发食物;光荣梅内劳斯之子则在一旁斟倒美酒。
§15.142οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手取用面前准备好的丰盛食物。