Humanitext Reader

荷马 · 奥德赛 §12.258-12.323

抵达赫利奥斯的岛屿与船员起誓

第 86 段,共 173 段 · 希腊语

内容简介

逃离斯库拉和卡律布迪斯之后,奥德修斯一行来到了太阳神赫利奥斯的岛屿。奥德修斯根据预言主张避开该岛,但在欧律洛科斯的反对下,他只得让众人发誓不伤害神牛后方才同意登岸。

§12.258οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι §12.259πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
那真是我亲眼所见的最为悲惨的一幕,在我探索海上通道而历尽艰险的一切事物之中。
§12.260αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν §12.261Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον §12.262ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, §12.263πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
可是当我们逃离了岩壁与恐怖的卡律布迪斯,以及斯库拉之后,紧接着便来到了神明那完美无瑕的岛屿;在那里,有着额头宽阔的漂亮牛群,以及许许许多属于许珀里翁之子赫利奥斯的肥壮羊群。
§12.264δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ §12.265μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων §12.266οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ §12.267μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, §12.268Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε §12.269νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
就在那时,我尚在海上的黑色船只中,便听到了归栏牛群的哞哞鸣叫,以及羊群的咩咩哀鸣;于是我的心中浮现出了盲人预言家、特拜人泰瑞西阿斯,以及埃埃亚的基尔克的谆谆告诫,她曾再三嘱咐我务必要避开那令凡人欢欣的赫利奥斯之岛。
§12.270δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· §12.271κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, §12.272ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο §12.273Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε §12.274νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· §12.275ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
就在那时,我怀着悲痛的心情向同伴们说道: “伙伴们啊,尽管我们正遭受灾难,但请听听我的话,容我将泰瑞西阿斯与埃埃亚的基尔克那对我的再三告诫转达给你们,她曾嘱咐我务必要避开那令凡人欢欣的赫利奥斯之岛;因为她说,在那里我们将面临最可怕的灾难。
§12.276ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
因而,请驾着黑色的船只绕过这座岛屿吧。
§12.277ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
” 我这样说,他们的心在胸中便碎了。
§12.278αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· §12.279σχέτλιός εἰς, Ὀδυσεῦ·
欧律洛科斯随即用充满敌意的话语回答我: “你真是个无情的人啊,奥德修斯!
περί τοι μένος, οὐδέ τι γυῖα §12.280κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται, §12.281ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ §12.282οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε §12.283νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον, §12.284ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας §12.285νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
你精力过人,四肢绝不知疲倦;想来你全身都是铁打的吧,你竟不允许这些因劳累和困倦而疲惫不堪的伙伴踏上陆地,好让我们在那儿环海的岛上做一顿可口的晚餐,可你却命令我们就这样在漫漫黑夜中盲目流浪,被迫离开岛屿,在昏暗的海洋中漂泊。
§12.286ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν, §12.287γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
夜里常会刮起猛烈的狂风,那是船只的克星;人们又怎能避开那灭顶之灾?
§12.288ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα, §12.289ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα §12.290νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
倘若突如其来的狂风骤起,无论是南风,还是带来恶劣天气的西风,它们最能摧毁船只,哪怕是违背了主宰神明们的意愿。
§12.291ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §12.292δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες, §12.293ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
那么,现在就让我们顺从这漆黑的夜色,停在疾驰的船旁,准备我们的晚餐;待到黎明,我们再登船驶向辽阔的海洋。
§12.294ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
” 欧律洛科斯如此说道,其余的同伴也都表示赞同。
§12.295καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, §12.296καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §12.297Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
就在那时,我明白了神明正在筹划灾祸,于是我开口,对他吐出长了翅膀的话语: “欧律洛科斯啊,你们当真是合力逼迫我这孤身一人。
§12.298ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον· §12.299εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν §12.300εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν §12.301ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι §12.302ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
但来吧,现在你们大家向我起一个庄严的誓言:如果我们发现任何牛群,或是庞大的羊群,决不能有任何人因邪恶的狂妄去宰杀一头牛或一只羊;你们要安分地食用那由不死神明基尔克所赐予的食物。
§12.303ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
” 我这样说,他们便立时按照我的吩咐宣誓。
§12.304αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, §12.305στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα §12.306ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι §12.307νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
而当他们完成宣誓,履行完誓言之后,我们将建造精良的船只停靠在深邃的港口中,紧邻甜美泉水的地方,随后伙伴们走下了船只,接着熟练地准备起晚餐。
§12.308αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §12.309μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, §12.310οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα· §12.311κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
但当他们满足了对饮水与食物的渴望后,他们便哭泣着,想起了那些亲爱的同伴—— 那些被斯库拉从深邃船上掠去并吞噬的伙伴们;在他们的哭泣声中,甜蜜的睡眠降临了。
§12.312ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, §12.313ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς §12.314λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε §12.315γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
当夜色已过三分之二、繁星开始倾斜时,聚云者宙斯驱使起狂暴的恶风伴随着神妙的暴风,用乌云遮蔽了陆地与海洋;黑夜自天际陡然降临。
§12.316ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §12.317νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
及至清晨初生、玫瑰色手指的黎明女神现身,我们便将船只拖进一个深邃的洞穴中,并系好缆绳。
§12.318ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
那里有着宁芙仙女们美丽的舞场与聚会之所。
§12.319καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον· §12.320ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε §12.321ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
于是我召集起众人,向他们说道: “朋友们啊,既然我们这艘轻快的船里有食物也有饮水,就让我们远离这些牛群,以免遭受灾殃。
§12.322δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα, §12.323Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
因为这些牛群与肥壮的羊群属于一位可怕的神明—— 那无所不见、无所不听的赫利奥斯。 ”', // Corrected trailing bracket from user's manual typo in target schema mapping if any. 100% escaped.

词汇与语法注释

  1. 12.258οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι / πάντων, ὅσσʼ ἐμόγησα — 限定最高级 οἴκτιστον 比较范围的属格 πάντων 受到关系从句 ὅσσ’ ἐμόγησα 的修饰。关系代词 ὅσσ’ (ὅσα) 省略了先行词(如 τούτων),并充当动词 ἐμόγησα 的直接宾语(宾格)。
  2. 12.279περί τοι μένος — 此处的 περί 并非用作介词,而是副词性地表示“超越”、“过人”。或者,它可以被理解为动词 περίειμι 的省略(省略了 ἐστί)或分离(tmesis),主语为 μένος,意思是“你的精力超乎寻常”。
  3. 12.281ὅς ῥʼ ἑτάρους — 关系代词 ὅς 以主句的第二人称主语(σχέτλιός εἰς)为先行词。在这里它不仅起单纯的修饰作用,而是引导一个带有因果或特征语气、表示责难的副词性关系从句:“你竟然(不允许)……”。
  4. 12.286ἐκ νυκτῶν — 介词 ἐκ 与复数名词 νυκτῶν 的结合,是一种时间与起源性的表达,意为“自夜间(起)”或“在夜里”。它解释了狂风常在夜间产生这一现象。
  5. 12.312τρίχα νυκτὸς — 单词 τρίχα 作副词用,表示“三分之一”,与部分属格 νυκτὸς 连用,指出特定的时间段:“当夜色已过三分之二时”(即黎明前的最后三分之一时间)。

引用这一段

荷马, 奥德赛 §12.258-12.323. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.258-12.323

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。