§12.128βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, §12.129ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, §12.130πεντήκοντα δʼ ἕκαστα.
太阳神赫利俄斯的牛群与肥壮的羊群在彼处吃草,共有七群牛,亦有同等数量的美丽羊群,每群各有五十只。
γόνος δʼ οὐ γίγνεται αὐτῶν, §12.131οὐδέ ποτε φθινύθουσι.
它们不生繁衍,亦永不减少。
θεαὶ δʼ ἐπιποιμένες εἰσίν, §12.132νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, §12.133ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
有女神担任她们的牧人,即秀发美貌的宁芙,法厄图萨与兰佩提厄,她们是高贵的新阿剌与高高在上的赫利俄斯所生。
§12.134τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ §12.135Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, §12.136μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
尊贵的母亲将她们生育并抚养长大后,便把她们遣往远方的特里纳基亚岛居住,去看看守她们父亲的羊群与弯角牛群。
§12.137τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, §12.138ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· §12.139εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, §12.140νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, §12.141ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
若你让它们不受伤害,心中只想着归途,纵然饱受磨难,你们或仍能抵达伊萨卡;但若你伤害了它们,那我便向你预言毁灭,无论是船只还是同伴;即使你自己得以逃脱,亦将在丧失所有伙伴后,落魄而迟延地归国。
§12.142ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
” 她这般说道,而金座的黎明女神随即来临。
§12.143ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων· §12.144αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους §12.145αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· §12.146οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
随后,这位高贵的神女便转身向岛内走去;而我则走向船只,督促同伴们让他们登船并解开船尾的缆绳;他们立时登船,在桨座上坐定。
§12.147ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
他们依次坐好,用长桨拍打着灰白的海水。
§12.148ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο §12.149ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, §12.150Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
此时,在我们青黑艫首的船只后方,吹送来饱满船帆的顺风,这是一位极好的伙伴,那便是秀发美貌的基尔克,能口吐人言的可怕女神。
§12.151αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα §12.152ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
我们立时在船上收拾妥当各项索具,便安坐下来;风和舵手引导着船只稳步前行。
§12.153δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· §12.154ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους §12.155θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων· §12.156ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν §12.157ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
此时,我心中忧伤,对同伴们开口说道: “朋友们啊,因为不当只有一人或仅仅两人知晓那位高贵的神女基尔克向我透露的神谕;故而我要将之说出,使我们明了之后,或就此死去,或得免灾祸,逃脱死亡与毁灭。
首先,她告诫我们要避开那神圣的塞壬之声以及她们鲜花盛开的草地。
§12.160οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ §12.161δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω, §12.162ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
她仅命我一人倾听她们的声音;但你们须用痛苦的绳索将我牢牢捆绑,好让我坚立在原处,直立于桅杆基座上,且要把绳尾系在桅杆之上。
若我哀求你们并命令你们将我解开,届时你们须用更多的绳索将我更加紧紧缚住。
§12.165ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον· §12.166τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς §12.167νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
” 我确是将这些细节一一向同伴们陈说阐明;与此同时,那艘造构精良的船只迅速抵达了塞壬的双子之岛;因那温和无害的顺风正催其前行。
§12.168αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη §12.169ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
随即,风顿然停息,海面上呈现出一片无风的平静,某个神明让波涛沉沉入睡。
§12.170ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο §12.171καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ §12.172ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
同伴们站起身来,收拢起船上的帆,将它们放入深邃的船舱中;随后他们安坐在桨位上,用磨光的杉木桨将水面拍打得泛起白浪。
§12.173αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ §12.174τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον· §12.175αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς §12.176Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
而我则用锋利的青铜剑将一大块蜜蜡切成碎末,并用强健的双手指力捏压;蜜蜡很快便变软了,因为那股巨大的力量驱使着,还有那统治者、许佩里翁之子赫利俄斯的万道光芒。
§12.177ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
接着,我依次将蜜蜡塞满了我所有伙伴的耳朵。
§12.178οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε §12.179ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον· §12.180αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
他们便在船上将我的手脚一并捆住,让我直立在桅杆基座上,且将绳尾系在桅杆之上;他们自己则安坐下来,用长桨拍打着灰白的海水。
§12.181ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας, §12.182ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς §12.183ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν· §12.184δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, §12.185νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
当我们行至呼喊之声恰可传达的距离,快速催船前行之时,她们绝不会漏看那疾驰而行、渐渐逼近的船只,她们遂开始唱起那清澈响亮的歌: “快到这儿来吧,赫赫有名的奥德修斯,阿开亚人的至高荣耀,停下你的船只,好倾听我们的歌声。