§10.501ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
「噢,喀耳刻,因为谁将为这条旅程指引道路?
§10.502εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
乘坐黑船前往哈德斯冥府之人,至今还未曾有过。
§10.503ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· §10.504διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §10.505μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, §10.506ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας §10.507ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
」我这样说,诸女神中高贵的她立刻回答:「宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,请你完全不必为船旁缺少向导而忧虑,只要树起桅杆,张开白色的风帆,安然坐着即可;北风的吹拂自会带着它前行。
§10.508ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς, §10.509ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, §10.510μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, §10.511νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ, §10.512αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
然而,当你乘船渡过俄刻阿诺斯,抵达那片低平的海岸和珀耳塞福涅的林苑,那里有高耸的白杨和未熟先落的柳树,你就将船停靠在那深涡旋流的俄刻阿诺斯畔,你自己则走向哈德斯那阴沉昏暗的府邸。
§10.513ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν §10.514Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, §10.515πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
在那里,毕里弗勒格同与科库托斯流入阿刻戎河,科库托斯正是那斯堤克斯之水的分支,那儿有一块岩石,是这两条轰鸣河流的交汇之处。
§10.516ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, §10.517βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, §10.518ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, §10.519πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, §10.520τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
英雄啊,在那时,你要依我所命走近它,掘一口长宽各一肘左右的深坑,并在坑的周围向所有死者奠祭,首先是用蜜奶混合物,随后是甜美的酒,第三次则用水;并在其上撒入白大麦粉。
§10.521πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, §10.522ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, §10.523ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, §10.524Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ §10.525παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
你要向死者虚弱的头颅多方乞求,许愿若回到伊萨卡,必将一头最上等的、不孕的母牛在府邸里献祭,并将柴堆填满良伴珍玩,并许愿单独为泰累西阿斯一人献祭一头在你们的羊群中最为杰出的、浑身漆黑的公羊。
§10.526αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, §10.527ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν §10.528εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι §10.529ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ §10.530ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
然而,当你用祈求安抚了死者显赫的群灵之后,便要在那里献祭一头公羊和一头黑色母羊,将它们的头朝向厄瑞玻斯,而你自己则要转过身去,朝着河流的水流;那时便会有许多已故死者的灵魂纷纷前来。
§10.531δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι §10.532μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, §10.533δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, §10.534ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· §10.535αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §10.536ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα §10.537αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
那时你要立刻催促并命令同伴们,将那些已被无情青铜宰杀、横躺在地的羊只剥皮焚化,并向神明祈祷,向强有力的哈德斯和可怕的珀耳塞福涅祈祷;你自己则要从大腿旁拔出锐利的宝剑,坐在那里,不允许死者虚弱的头颅靠近鲜血,直到你向泰累西阿斯求问完毕。
§10.538ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, §10.539ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου §10.540νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
人民的领袖啊,先知立刻就会来到你面前,他会告诉你旅途、路程的距离以及归途,即你如何跨越那多鱼的海洋返回。
§10.541ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
」她这样说,金座的黎明女神立刻降临。
§10.542ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· §10.543αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, §10.544λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ §10.545καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
她为我穿上斗篷和外衣作为衣装;而仙女自己也披上一件巨大的银白纱袍,轻盈而优雅,在腰间系上一条美丽的金色腰带,并在头上蒙上面纱。
§10.546αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους §10.547μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· §10.548μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, §10.549ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
而我走过府邸,鼓舞着同伴们,走到每一个人身边,用温和的话语相劝:「现在不要再沉睡,不要再贪恋甘美的梦乡,我们要出发了;因为尊贵的喀耳刻已向我作了指示。
§10.550ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
」我这样说,他们那高傲的心便顺从了。
§10.551οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
然而,即便从那里出发,我也未能让同伴们安然无恙。
§10.552Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην §10.553ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς· §10.554ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, §10.555ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
有一个名叫埃尔珀诺尔的人,年纪最轻,既不怎么在战争中勇敢,在心智上也不够沉稳;他远离了同伴,在喀耳刻的神圣府邸里,为了寻得凉爽,在醉酒后躺下歇息。
§10.556κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας §10.557ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν §10.558ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, §10.559ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν §10.560ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
当听到同伴们走动时的喧闹与脚步声时,他猛然惊醒,却在心慌意乱中忘记了顺着那高长的梯子倒退着走下去,而是直接从屋顶跌落;他的颈椎在脊椎处折断,灵魂坠入了哈德斯的冥府。
§10.561ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον· §10.562φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν §10.563ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, §10.564εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης §10.565ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
当他们走来时,我向他们说出了这番话:「你们或许以为,现在正要启程回家,去往亲爱的祖国;然而喀耳刻已为我们指示了另一条道路,要前往哈德斯的冥府和可怕的珀耳塞福涅之所,去向底比斯人泰累西阿斯的灵魂求问神谕。
§10.566ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, §10.567ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
」我这样说,他们的亲爱之心便破碎了,他们当场坐下痛哭,并揪扯着自己的头发。
§10.568ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
然而,痛哭对他们来说并无济于事。
§10.569ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης §10.570ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, §10.571τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ §10.572ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, §10.573ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα §10.574ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
然而,当我们满怀悲伤、挥泪如雨,走向那艘轻捷的船和海滩时,与此同时,喀耳刻已抢先一步来到那艘黑船旁,拴好了一头公羊和一头黑色母羊,悄无声息地从我们身边走过;若神明自己不愿,又有谁能用双眼看见神明在这里或在那里走动呢? 」