§10.72ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·
“快滚出这座岛,活人中最可耻的家伙!
§10.73οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν §10.74ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·
因为对我而言,接待或送行都是不合天理的,那种被幸福的神明们所憎恨的人。
§10.75ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.
滚吧,因为你确实是在被神明憎恨的情况下来到这里的。
§10.76ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
” 他这样说着,把沉重叹息着的我赶出了馆宇。
§10.77ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
我们从那里继续向前航行,心中充满悲伤。
§10.78τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς §10.79ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
痛苦的划桨折磨着人们的心灵,这是由于我们自己的愚蠢,因为再也没有送行的微风出现了。
§10.80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, §10.81ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, §10.82Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν §10.83ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.
整整六天六夜,我们同样地航行着,到了第七天,我们来到了拉穆斯的陡峭城市,莱斯特律戈尼亚的泰勒庇洛斯,在那里,牧人向牧人呼喊,一个赶着群畜进城,另一个赶着群畜出城响应。
§10.84ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς, §10.85τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων· §10.86ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
在那里,一个不睡觉的人本可以赚取双倍的报酬,一份是通过放牛,另一份是通过放牧白羊;因为夜的路途和白昼的路途彼此相近。
§10.87ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη §10.88ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, §10.89ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν §10.90ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
当我们来到那著名的港口时,港口周围是陡峭的岩壁,在两边连续地耸立着,突出的岬角彼此相对,在入口处探出,而入口非常狭窄。
§10.91ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
在那里,他们把所有两头弯曲的船只都驶入港内。
§10.92αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο §10.93πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ, §10.94οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
那些船只便在这凹陷的港湾内,紧挨着系泊在一起;因为在那里,波浪绝不会涨高,无论大浪小浪,周围只有一片白茫茫的平静。
但唯独我,把我的黑船留在外面,就在港湾的边缘,把缆绳系在岩石上。
§10.97ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
我爬上一座陡峭的瞭望哨,站在那里。
那里既看不见耕牛的劳作,也看不见人的劳作,我们只看见有烟雾从地面升起。
§10.100δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, §10.101οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες, §10.102ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
就在那时,我派伙伴们前去打听,在这片土地上吃谷物的究竟是什么样的人,我选出了两个男人,并派了一名传令官作为第三人同行。
他们登岸,沿着一条平坦的大路前行,车子正是沿着这条路从高山上把木材运往城里。
他们在城前遇到了一名正在汲水的少女,她是强壮的莱斯特律戈人安提法忒斯的女儿。
§10.107ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον §10.108Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
她正走下那流淌着清泉的阿尔塔基亚泉;因为人们正是从那里把水运往城里。
§10.109οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο §10.110ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι· §10.111ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
他们走上前去,对她说话并询问道:谁是这些人的国王,他统治着谁;她便立刻指出了父亲那高耸屋顶的家。
§10.112οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα §10.113εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
当他们进入那著名的馆宇时,看见他的妻子,竟有山顶那么高大,他们对她感到惊恐。
§10.114ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, §10.115ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
她立刻从广场上召来著名的安提法忒斯,她的丈夫,他确实为他们策划了悲惨的毁灭。
他立刻抓住我的一名伙伴,准备当做晚饭;另外两个人则飞快地逃走,回到了船上。
§10.118αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες §10.119φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, §10.120μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
随后他在城里大声呼喊;听到呼喊声的强壮的莱斯特律戈人从四面八方聚集而来,数不胜数,不似人类,倒像巨人。
§10.121οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν §10.122βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει §10.123ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
他们从岩石上扔下重得需要一个男人才能抱起的巨石;顿时,船只之间响起了可怕的嘈杂声,有垂死之人的呼喊,也有同时被砸碎的船只的碎裂声。
§10.124ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
他们像穿鱼一样把人穿起来,带回去做那可憎的盛宴。
§10.125ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, §10.126τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §10.127τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
当他们在深邃的港湾内屠杀那些伙伴时,与此同时,我从大腿旁拔出锐利的宝剑,用它割断了黑头船的缆绳。
§10.128αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα §10.129ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
我立刻敦促并命令我的伙伴们,奋力划桨,以便我们能逃离这灾难。
§10.130οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
他们害怕毁灭,全都一起用力划水。
§10.131ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας §10.132νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.
我的船庆幸地逃离了那压顶的岩石,驶入大海;但其余的船只则都在那里一同毁灭了。
§10.133ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, §10.134ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
我们从那里继续向前航行,心中充满悲伤,虽为死里逃生而高兴,却也因失去了亲爱的伙伴而悲痛。
§10.135Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε §10.136Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, §10.137αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο· §10.138ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο §10.139μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
我们来到了艾哀耶岛;在那里居住着秀发的美丽女神喀耳刻,她拥有人类的声音,令人敬畏,她是居心叵测的埃厄忒斯的亲妹妹;他们两人都是给凡人带来光明的赫利俄斯和母亲珀耳塞所生,珀耳塞是俄刻阿诺斯所生的女儿。
§10.140ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ §10.141ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
我们在岸边静静地将船靠岸,进入一个适宜停泊的港湾,是某位神明在引导着我们。