Humanitext Reader

荷马 · 奥德赛 §1.1-1.76

序诗与关于奥德修斯归乡的诸神会议

第 1 段,共 173 段 · 希腊语

内容简介

《奥德赛》的序诗。在众神的会议上,雅典娜请求宙斯允许奥德修斯归乡,宙斯解释说他的困境源于波塞冬的愤怒,并提议众神共同商议解决办法。

§1.1ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ §1.2πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
缪斯啊,请为我讲述那位足智多谋的男子,他曾经历漂泊,在摧毁了特洛伊神圣的城池之后。
§1.3πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, §1.4πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, §1.5ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
他见过许多人的城镇,了解了他们的习俗,在海上,他的心中遭受了无数痛苦,竭力保全自己的生命,并争取同伴们的归航。
§1.6ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ· §1.7αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο, §1.8νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο §1.9ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
然而,哪怕他如此渴望,也未能救回他的同伴;因为他们由于自己的狂妄无知而毁灭,愚蠢的人们,他们竟把许珀里翁·赫利奥斯的牛群宰杀吞食;于是神夺走了他们归国之日。
§1.10τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
女神啊,宙斯的女儿,请从任一起点,也为我们讲述这些事吧。
§1.11ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον, §1.12οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν· §1.13τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς §1.14νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων §1.15ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
那时,所有幸免于惨烈毁灭的其他人们,都已回到家中,摆脱了战争与海洋的灾难;唯独他一人,渴望着归乡与妻子,被尊贵的宁芙、女神中卓越的卡吕普索留住,在深邃的洞穴中,渴望着让他成为自己的丈夫。
§1.16ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν, §1.17τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι §1.18εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων §1.19καὶ μετὰ οἷσι φίλοισι.
然而,当岁月轮转,那一年终于来到,神明为他纺定命运,让他返回家园去往伊萨卡,哪怕在那里,他也未能摆脱试练,即便在亲友身旁。
θεοὶ δʼ ἐλέαιρον ἅπαντες §1.20νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν §1.21ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
所有的神明都怜悯他,唯独波塞冬除外;他依然愤恨不息,对抗神一般的奥德修斯,直至他抵达自己的土地。
§1.22ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, §1.23Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, §1.24οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, §1.25ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
此时,波塞冬已前往遥远的埃塞俄比亚人那里,埃塞俄比亚人分为两支,处于人类的边缘,一支在落日处,另一支在旭日升起之地,去接受公牛与公羊的百牲祭。
§1.26ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι §1.27Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
在那里,他安坐于宴席中自得其乐;而其他神明聚集在奥林匹斯主神宙斯的宫殿里。
§1.28τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· §1.29μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, §1.30τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· §1.31τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· §1.32ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
人类与神明之父向他们开口说话;因为他在心中想起了无可瑕疵的埃癸斯托斯,此人已被阿伽门农之子、声名远扬的俄瑞斯忒斯杀死;想起此人,宙斯对永生的神明说道: “哎呀,凡人竟然如此责怪神明!
§1.33ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ §1.34σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
他们说祸害由我们而起,然而他们自己却因自己的狂妄无知,承受着超越命运的痛苦。
§1.35ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο §1.36γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, §1.37εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, §1.38Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, §1.39μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· §1.40ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, §1.41ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
就像现在,埃癸斯托斯越过命运,娶了阿特柔斯之子的结发妻子,并在他归国时将其杀死,尽管他明知会有悲惨的毁灭,因为我们曾预先警告他,派去了目光敏锐的诛杀阿耳戈斯者赫尔墨斯,诫他不可杀害那人,也不可求娶其妻;因为当俄瑞斯忒斯成年,渴望自己的土地时,阿特柔斯之子的仇恨必将由他来报。
§1.42ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο §1.43πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
赫尔墨斯虽如此劝说,却未能打动埃癸斯托斯的心,尽管他是出于好意;而如今,埃癸斯托斯已为一切付出了代价。
§1.44τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· §1.45ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, §1.46καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ· §1.47ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
” 接着,明眸女神雅典娜回答他道: “我们的父亲,克洛诺斯之子,统治者中的至高者啊,那人的确死得其所,倒在应得的毁灭之中;愿凡是做出这等事的人,也都如此毁灭!
§1.48ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, §1.49δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει §1.50νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
然而,我却为聪慧的奥德修斯而心碎,那不幸的人,久已远离亲友,承受着折磨,在一座环水的岛屿上,那里正是海洋的中心(肚脐)。
§1.51νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει, §1.52Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης §1.53πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς §1.54μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
那是一座树木茂密的岛屿,有一位女神居住在府邸中,她是心怀诡诈的阿特拉斯之女,阿特拉斯熟知所有海洋的深处,并亲自支撑着高耸的柱子,将大地与天空分隔支撑。
§1.55τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, §1.56αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν §1.57θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς, §1.58ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι §1.59ἧς γαίης, θανέειν ἱμείρεται.
正是他的女儿羁留着那个哀泣的不幸之人,始终用温柔、谄媚的言辞迷惑着他,好让他忘却伊萨卡;然而奥德修斯,渴望能看见哪怕是自己故土上升起的烟雾,宁愿死去。
οὐδέ νυ σοί περ §1.60ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε.
难道,奥林匹斯之神啊,您那亲切的心竟然对此毫不动容吗?
οὔ νύ τʼ Ὀδυσσεὺς §1.61Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων §1.62Τροίῃ ἐν εὐρείῃ;
难道奥德修斯在广阔的特洛伊,在阿耳戈斯人的船旁奉献祭品,未曾博得您的欢心吗?
τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
宙斯啊,为何您对他如此动怒?
§1.63τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §1.64τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
” 聚云者宙斯回答她说道: “我的孩子,什么样的言语竟漏过了你的齿篱!
§1.65πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, §1.66ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν §1.67ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
我怎能忘记神一般的奥德修斯,他在凡人中智慧卓越,且对掌控广阔天空的永生神明奉献了最丰盛的祭品?
§1.68ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ §1.69Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν, §1.70ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον §1.71πᾶσιν Κυκλώπεσσι·
然而,环抱大地的波塞冬依然顽固地为被弄瞎了眼睛的独眼巨人而震怒,那神一般的波吕斐摩斯,他在所有独眼巨人中最为强大。
Θόωσα δέ μιν τέκε νύμφη, §1.72Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος, §1.73ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
他是宁芙托俄萨所生,那荒凉之海的主宰福耳库斯之女,曾在深邃的洞穴中与波塞冬交合。
§1.74ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων §1.75οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
自那时起,震地神波塞冬虽未将奥德修斯杀死,却使他远离祖国、四处漂泊。
§1.76ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
不过来吧,让我们在此的所有人共同商议,

词汇与语法注释

  1. §1.1ἄνδρα — 置于诗歌最开头的宾格名词,提示了整部作品的主题。它是紧接着的命令式动词 `ἔννεπε`(歌唱/讲述)的直接宾语。
  2. §1.6ἱέμενός περ — 分词 `ἱέμενος`(渴望)伴随着助词 `περ` 表示让步(“尽管渴望”)。
  3. §1.18πεφυγμένος ἦεν — 由完成时分词与未完成过去时 `ἦεν`(是)结合而成的迂言体,表示过去完成状态的持续(意为“处于已摆脱的状态”)。
  4. §1.34ὑπὲρ μόρον — 前置词 `ὑπέρ` 结合宾格,意为“超越命运/定数”。这是一个关键的主题表达,表明人类的盲目意志和愚行如何招致超出其既定命运的痛苦。
  5. §1.62ὠδύσαο — 动词 `ὀδύσσομαι`(震怒、憎恨)的第二人称单数不定过去时。它与奥德修斯(`Ὀδυσσεύς`)的名字构成了语源学上的双关语(即指“遭受神怒者”或“使人动怒者”)。

引用这一段

荷马, 奥德赛 §1.1-1.76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.1-1.76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。