Humanitext Reader

荷马 · 奥德赛 §1.155-1.224

特勒马科斯的哀诉与雅典娜的预言

第 3 段,共 173 段 · 希腊语

内容简介

特勒马科斯向化身为门特斯的雅典娜倾诉求婚者蚕食家产的无礼行为,以及父亲生死不明的悲伤。雅典娜预言奥德修斯依然活着并终将归来,并以此肯定和赞美特勒马科斯的高贵身世。

§1.155ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
的确,那弹琴者开始弹起前奏,准备美妙地歌唱。
§1.156αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, §1.157ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· §1.158ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
而特勒马科斯则对明眸女神雅典娜说道,将头凑近,免得其他人听到: “亲爱的客人,您会因我将说的话而对我生气吗?
§1.159τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, §1.160ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, §1.161ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ §1.162κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
对这些人来说,这些事才是他们关心的,那便是竖琴与歌声,真是轻松啊,因为他们白白地吞食着他人的财产而无需偿付,那是一个男人的财产,我想他的白骨如今正任凭雨水淋打,在陆地上腐烂,或是正被海浪在波涛中翻滚。
§1.163εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, §1.164πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι §1.165ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
要是他们能看见他重返伊萨卡,他们所有人都会祈求自己的双脚能跑得更快,而非拥有更丰厚的黄金与衣裳。
§1.166νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν §1.167θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων §1.168φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
但如今,他已如此惨遭厄运而死,我们便没有了任何安慰,哪怕世间的凡人中有谁说道他还会回来;可他的归航之日已彻底破灭。
§1.169ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· §1.170τίς πόθεν εἰς ἀνδρῶν;
但请告诉我这事,并如实地向我陈述:在众人之中您是谁,来自何方?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
您的城邦和父母在哪里?
§1.171ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο·
您是搭乘怎样的船只来到这里的?
πῶς δέ σε ναῦται §1.172ἤγαγον εἰς Ἰθάκην;
船员们又是如何将您带到伊萨卡的?
τίνες ἔμμεναι εὐχετόωντο;
他们自称是什么人?
§1.173οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
因为我绝不认为您是徒步来到这里的。
§1.174καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, §1.175ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι §1.176ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ §1.177ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
并且请如实告诉我这事,好让我确切知晓,您是初次造访的客,还是我父亲旧时的宾客;因为曾有许多别的人也来到我们的殿堂,因为他也是个广交游于世人的人。
§1.178τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· §1.179τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
明眸女神雅典娜再次对回答他道: “因此我将非常如实地对您说明这事。
§1.180Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι §1.181υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
我自称是英明的安基阿洛斯之子门特斯,统治着热爱划桨的塔菲亚人。
§1.182νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν §1.183πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους, §1.184ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
如今我带着船只和同伴来到了这里,航行在酒红色的海上,去往说着异国语言的人们那里,去往特梅塞寻找青铜,我载着闪亮的铁。
§1.185νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος, §1.186ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
我的这艘船停在城外乡野的,树木茂密的内翁山下的雷特隆港湾里。
§1.187ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
我们自豪地宣称,我们自古就是世交,自始即是。
§1.188ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν §1.189Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε §1.190ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν §1.191γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε §1.192παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν §1.193ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
只要你去拜访并询问那位老者,英雄拉埃尔特斯,人们说他已不再进城,而是远离城市,在乡野间承受着凄苦,陪伴他的是一个年迈的女仆,她为他摆上食物和饮料,每当他在那出产葡萄酒的葡萄园的高地上蹒跚爬行,四肢酸痛疲惫之时。
§1.194νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι, §1.195σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
如今我来到了这里;因为他们说他确实在家中,你的父亲;但如今,神明们显然阻碍着他的归途。
§1.196οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, §1.197ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ §1.198νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν §1.199ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
因为高贵的奥德修斯尚未在人世间死去,他想必还活着,被阻隔在广阔海洋中一座四周环水的岛上,那些凶悍的男人控制着他,野蛮的人们,想必违背他的意愿将他阻留。
§1.200αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ §1.201ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω, §1.202οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
然而现在,我将向你预言,正如在我的心中不朽的神明所植入的那样,也如我所认为的将会实现的那样,虽然我绝非一个预言家,也并不精通鸟占之术。
§1.203οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης §1.204ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν· §1.205φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
他绝不会再长久地远离他那可爱的祖国土地,哪怕是有铁铸的枷锁将他禁锢;他会想方设法返回,因为他是智谋百出的人。
§1.206ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §1.207εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
但请告诉我这事,并如实地陈述,你是否真的是奥德修斯本人的亲子,长得这般高大。
§1.208αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας §1.209κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν, §1.210πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι §1.211Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
你的头部和那双美丽的眼睛真是极像他,因为我们以前经常在一起,在他乘船前往特洛伊之前,而其他阿耳戈斯人的英豪们也乘着中空的船只前往。
§1.212ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
自那以后,我再没有见过奥德修斯,他也没见过我。
§1.213τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §1.214τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
” 贤明的特勒马科斯向她回答道: “因此,客人,我将非常如实地告诉您。
§1.215μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε §1.216οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
我的母亲确实对我说我是他的孩子,但我自己并不知晓;因为从来没有谁能仅凭自己确认自己的身世。
§1.217ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς §1.218ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
但愿我是某位幸福之人的儿子,在自己的财产中安享晚年。
§1.219νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων, §1.220τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
而如今,在凡人中最是不幸的那个人,人们说我是他的后代,既然您向我问起这事。
§1.221τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· §1.222οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω §1.223θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
” 明眸女神雅典娜再次对回答他道: “神明绝没有使你之后的家族变得默默无闻,既然佩涅洛佩生下了你这般优秀的儿子。
§1.224ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
但请告诉我这事,并如实地向我陈述:”

词汇与语法注释

  1. 1.160ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν — 副词 ῥεῖα(轻松地、轻易地)修饰整个从句,生动地描绘了求婚者在不付任何代价(νήποινον)的情况下,白白吞食他人财产(ἀλλότριον βίοτον)时那种无忧无虑且傲慢自得的态度。
  2. 1.164ἐλαφρότεροι πόδας εἶναι — 形容词 ἐλαφρότεροι(更轻的)后接限定宾格 πόδας(在脚的方面),意为“双脚更轻快(跑得更快)”。这与后文的比较级 ἀφνειότεροι(更富有的)形成对比,表明在男主人归来之时,他们宁愿祈求能迅速逃跑,也不愿拥有更多的财产。
  3. 1.217ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς — 感叹词 ὡς 与 ὄφελον(动词 ὀφείλω 的过去时)后接不定式 ἔμμεναι(荷马式,相当于 εἶναι)的组合,是用于表达无法实现的愿望的惯用句式(“但愿我是……”)。语气词 δὴ 和 γʼ 加强了特勒马科斯心中深沉而痛切的遗憾之情。

引用这一段

荷马, 奥德赛 §1.155-1.224. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:1.155-1.224

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。