Humanitext Reader

ホメロス · イリアス §8.70-8.139

ゼウスの黄金の天秤とディオメデスの奮戦

66 / 226 箇所 · ギリシア語

要旨

ゼウスが黄金の天秤で両軍の運命を測るとアカイア側の敗色が濃厚となり、戦況は一転する。ネストルの窮地を救ったディオメデスがヘクトルに挑むが、ゼウスの放った雷撃により撤退を余儀なくされる。

§8.70ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο §8.71Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
そしてゼウスはその中に、死をもたらす死の二つの運命を置いた、馬を馴らすトロイア人たちのそれと、青銅の胸当てをつけたアカイア人たちのそれを。
§8.72ἕλκε δὲ μέσσα λαβών·
彼は天秤の中央を掴んで持ち上げた。
ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
するとアカイア人の運命の日が沈んだ。
§8.73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ §8.74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
アカイア人たちの運命は、多くのものを育む大地の上に留まり、トロイア人たちのそれは広い天へと昇った。
§8.75αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ §8.76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν·
ゼウス自身はイデ山から大きく雷を響かせ、燃え盛る稲妻をアカイア人の軍勢に向けて放った。
οἳ δὲ ἰδόντες §8.77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
彼らはそれを見て驚き、彼ら全員を青ざめる恐怖が捉えた。
§8.78ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων, §8.79οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
そこではイドメネウスも留まるに耐えず、アガメムノンも、アレスの従者たる二人のアイアスも留まらなかった。
§8.80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
ゲレニアのネストル、アカイア人の守り手だけが留まった、決して自ら進んでではない。
§8.81οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
馬が傷ついていたからである。
§8.82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
それを矢で射たのは、美髪のヘレネの夫、高貴なアレクサンドロスであった。
§8.83ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων §8.84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
頭のてっぺん、馬の最初のたてがみが頭蓋骨に生えている場所、そこは極めて致命的な部位であった。
§8.85ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, §8.86σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
馬は苦痛のあまり跳ね上がり、矢は脳へと入り込み、青銅の矢を体にまとってのたうち回り、他の馬たちを混乱させた。
§8.87ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε §8.88φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι §8.89ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες §8.90Ἕκτορα·
老人が、繋ぎ馬の引き綱を剣で素早く切り離している間に、ヘクトルの素早い馬たちが追撃の騒乱の中を、勇敢な御者ヘクトルを乗せてやって来た。
καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν §8.91εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
そして、老人はそこで命を落としていたであろう、ときの声に優れたディオメデスが素早く気づかなかったならば。
§8.92σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
彼は恐ろしい声で叫び、オデュッセウスを励まそうとした。
§8.93διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §8.94πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
「神に愛されたラエルテスの子、知謀に長けたオデュッセウスよ、どこへ逃げるのか、群衆の中で卑怯者のように背を向けて?
§8.95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
逃げるお前の背中に、誰かが槍を突き刺さぬようにせよ。
§8.96ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
だが留まれ、我々が老人のもとからあの獰猛な男を追い払うために!
§8.97ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, §8.98ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
」こう語ったが、多くの苦難に耐えてきた高貴なオデュッセウスは耳を貸さず、アカイア人の虚ろな船へと走り去った。
§8.99Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, §8.100στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος, §8.101καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
トゥデウスの子は、自分一人だけで最前線の戦士たちに混ざり、ネレウスの子たる老人の馬たちの前に立ち、彼に向かって翼ある言葉をかけた。
§8.102ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, §8.103σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, §8.104ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
「老人よ、実に若い戦士たちがお前を苦しめており、お前の力は衰え、過酷な老境がお前に付きまとい、お前の従者は弱く、お前の馬は遅い。
§8.105ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
さあ、私の戦車に乗りなさい。
§8.106οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο §8.107κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
そうすればお前は知るだろう、トロイアの馬たちが、いかに平野を素早くあちこちへ追撃し、また退却することに長けているかを。
§8.108οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
これらはかつて、恐怖の煽り手であるアイネイアスから奪い取ったものだ。
§8.109τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ §8.110Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
これらはお前の従者たちに任せ、我々二人はこちらの馬を馬を馴らすトロイア人たちに向けて駆ろう。
§8.111εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
ヘクトルもまた私の手の中で私の槍が荒れ狂うかどうかを知るために。
§8.112ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
」こう語ると、ゲレニアの騎手ネストルは従った。
§8.113Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην §8.114ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
そこで、ネストルの馬たちは二人の従者、力強いステネロスと、心優しいエウリュメドンが世話をした。
§8.115τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
そして、二人は共にディオメデスの戦車へと乗り込んだ。
§8.116Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, §8.117μάστιξεν δʼ ἵππους·
ネストルがその手に光る手綱を握り、馬たちに鞭を当てた。
τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
そしてすぐに彼らはヘクトルの近くに至った。
§8.118τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
真っ直ぐに突き進んでくる彼に向けて、トゥデウスの子が槍を投げた。
§8.119καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα §8.120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα §8.121ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
そして、ヘクトル自身は外したが、御者であり従者である気高きテバイオスの子、エニオペウスが馬の手綱を握っているところを、乳房の傍らの胸に突き刺した。
§8.122ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι §8.123ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
彼は戦車から転落し、素早い馬たちはたじろぎ、その場で彼の魂と力は失われた。
§8.124Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
御者のために、ヘクトルの心は激しい悲しみに包まれた。
§8.125τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου §8.126κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν·
彼は、戦友を深く嘆きつつも、彼をそのまま横たわらせておき、自らは勇敢な御者を探し求めた。
οὐδʼ ἄρʼ ἔτι δὴν §8.127ἵππω δευέσθην σημάντορος·
馬たちが導き手を欠いている時間は長くはなかった。
αἶψα γὰρ εὗρεν §8.128Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων §8.129ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
彼はすぐにイピトスの子、勇敢なアルケプトレモスを見つけ、彼を素早い馬たちの戦車に乗せ、その手に手綱を委ねた。
§8.130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, §8.131καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, §8.132εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
そこで、破滅と取り返しのつかない事態が生じたことであろう、そして彼らはイリオスの中に、羊のように閉じ込められたであろう、もし人間と神々の父が素早く気づかなかったならば。
§8.133βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν, §8.134κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
彼は恐ろしく雷鳴をとどろかせ、白く輝く稲妻を放ち、ディオメデスの馬たちの前の地面へと落とした。
§8.135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, §8.136τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
燃え盛る硫黄の恐ろしい炎が立ち上り、二頭の馬は恐怖のあまり、戦車の下で縮こまった。
§8.137Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, §8.138δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
ネストルの手から、光る手綱が滑り落ち、彼は心の中で恐れ、ディオメデスに向かって語りかけた。
§8.139Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
「トゥデウスの子よ、さあ、馬を翻して逃げなさい! 」

語釈・文法注

  1. 8.72αἴσιμον ἦμαρ — 「運命の日」あるいは「死の日」を意味する。ここでは天秤が傾いたことでアカイア側に破滅の運命が決定されたことを示す。
  2. 8.90καί νύ κε... εἰ μὴ — 過去の事実と反対の仮定を表す反実仮想条件文。「~であっただろう、もし~でなかったなら」という叙事詩に特徴的な劇的な展開を示す構文。
  3. 8.106ἐπιστάμενοι πεδίοιο — 動詞 ἐπίσταμαι が「~において」という範囲を表す部分属格 πεδίοιο を伴っている用法。「平野での機動に熟達している」という意味。
  4. 8.130ἔνθά κε... εἰ μὴ — 行90-91と同様の反実仮想条件文。神(ゼウス)の不意の介入によって、アカイア軍の完全な破滅という未曾有の事態が寸前で回避される決定的な瞬間を描写する。

この箇所を引用する

ホメロス, イリアス §8.70-8.139. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.70-8.139

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。