Humanitext Reader

ホメロス · イリアス §8.494-8.565

ヘクトルの演説と平原に燃えるトロイア軍の篝火

72 / 226 箇所 · ギリシア語

要旨

ヘクトルはトロイア軍に向けて、平原に夜営して警戒を強め、明朝の決戦に備えるよう演説する。トロイア軍は無数の篝火を灯し、意気揚々と夜を明かす。

§8.494ἔγχος ἔχʼ ἑνδεκάπηχυ·
彼は十一ペキュスの槍を手にしていた。
πάροιθε δὲ λάμπετο δουρὸς §8.495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
その槍の先では青銅の矛先が輝き、その周りには黄金の輪がはめられていた。
§8.496τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
彼はそれにもたれかかり、トロイア人たちに言葉をかけた。
§8.497κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
「私の言葉を聞け、トロイア人、ダノニア人、そして同盟軍の者たちよ。
§8.498νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς §8.499ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
今しがた私は、船団とすべてのアカイア人を滅ぼし、風の吹きすさぶイリオスへと帰還できるものと思っていた。
§8.500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα §8.501Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
しかしその前に暗闇が訪れ、それが今、何よりもアルゲイオス人たちと、海の波打ち際にある船団を救ったのだ。
§8.502ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §8.503δόρπά τʼ ἐφοπλισόμεσθα·
だが、今は黒い夜に従うこととし、夕食の用意をしよう。
ἀτὰρ καλλίτριχας ἵππους §8.504λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
そして、美しき鬣の馬たちを戦車から解き放ち、その傍らに飼料を与えよ。
§8.505ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
町からは、牛や立派な羊たちを速やかに連れて参れ。
§8.506καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε §8.507σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
そして心休まる豊かなワインと館からパンを運び出し、さらに多くの薪を集めるのだ。
§8.508ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης §8.509καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
それは、我々が夜を徹して、早く生まれる暁の訪れるまで、多くの篝火を燃やし、その輝きが天にまで届くようにするためだ。
§8.510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ §8.511φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
頭髪をなびかせるアカイア人たちが、夜陰に乗じて広い海の背を越えて逃げ出そうなどとせぬように。
§8.512μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
彼らが何ら苦労することなく、やすやすと船に乗り込むようなことがあってはならぬ。
§8.513ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ §8.514βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι §8.515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
そうではなく、彼らのうちの誰かが、故郷に帰ってからも傷を癒やすことになるように、船に飛び乗るところを、矢か鋭い槍で射抜かれ、あるいは刺し貫かれて。
§8.516Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
それは、他の誰もが、馬を駆るトロイア人に対して多くの涙をもたらす戦を仕掛けるのを恐れるようになるためだ。
§8.517κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων §8.518παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας §8.519λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
ゼウスに愛された伝令官たちは、町中に告げ知らせるがよい、うら若き少年たちや、こめかみの白くなった老人たちが、神の築かれた城壁の上の塔の周りに集まって夜警を行うようにと。
§8.520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη §8.521πῦρ μέγα καιόντων·
また、女たちはそれぞれの館において、大きな火を燃やすがよい。
φυλακὴ δέ τις ἔμπεδος ἔστω §8.522μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
そして、兵たちが不在の間に伏兵が町に入り込むことのないよう、確かな警護を怠るな。
§8.523ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
気高きトロイアの戦士たちよ、私の語る通りにするのだ。
§8.524μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
今なされた言葉は、現時点で確かなものとしておこう。
§8.525τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
そして明日の朝には、馬を駆るトロイア人たちの前で、新たな言葉を語ろう。
§8.526ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν §8.527ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
私は、ゼウスや他の神々に祈りつつ、望みを抱いている、あの死を運ぶ犬どもを、ここから追い払うことを。
§8.528οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
黒い船に乗って、死の運命が運んできたあの連中を。
§8.529ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, §8.530πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες §8.531νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
しかし、今夜は我々自身を警戒して守り、明日の早朝には、武具を身にまとって、うつろな船の傍らで、激しい戦いを引き起こそうではないか。
§8.532εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης §8.533πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν §8.534χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
私は知ることになるだろう、強勇なるカポネウスの子ディオメデスが、私を船から防壁へと押し戻すか、あるいは私が彼を青銅で打ち倒し、血にまみれた武具を奪い去るかを。
§8.535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος §8.536μείνῃ ἐπερχόμενον·
明日、彼は己の勇気を示すことになる、もし私の槍の突撃に耐え抜くことができるならば。
ἀλλʼ ἐν πρώτοισιν ὀΐω §8.537κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §8.538ἠελίου ἀνιόντος ἐς αὔριον·
だが私は思う、彼は先頭の者たちの間で傷を負って倒れ、その周りで多くの戦友たちもまた、明日、太陽が昇る頃には倒れているだろうと。
εἰ γὰρ ἐγὼν ὣς §8.539εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, §8.540τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, §8.541ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
願わくは、私がそのように永遠に不老不死であり、日々を生きることができ、アテナやアポロンが崇められるように崇められんことを、この日がアルゲイオス人たちに災いをもたらしている今、この時のように。
§8.542ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
」ヘクトルがこのように語ると、トロイア人たちは歓声を上げた。
§8.543οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, §8.544δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
彼らは軛の下から、汗を流している馬たちを解き放ち、それぞれ自分の戦車の傍らに手綱で繋ぎ止めた。
§8.545ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα §8.546καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, §8.547σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
そして町からは、牛や立派な羊たちを速やかに連れて来て、心休まる豊かなワインを調達し、館からパンを運び出し、さらに多くの薪を集めた。
§8.549κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
犠牲の煙は、平原から風に運ばれて天へと昇っていった。
§8.553οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας §8.554εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
彼らは大いに意気込んで、戦場の通路の上に夜もすがら座り、彼らのために多くの篝火が燃え盛っていた。
§8.555ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην §8.556φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ· §8.557ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι §8.558καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, §8.559πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
まるで、天において輝く月の周りに、星々がひときわ美しく輝き、風もやんで大気が静まり返るとき、すべての見晴らし台や、切り立った峰々、渓谷が姿を現し、天からは無限の大気が裂けて開け、すべての星が見え、羊飼いが心の中で喜ぶように。
§8.560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων §8.561Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
それほど多くのトロイア人の燃やす篝火が、船団とクサントスの流れの間、イリオスの前方に輝いていた。
§8.562χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ §8.563εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
平原には千もの篝火が燃え、その一本一本の傍らに五十人の兵たちが、燃え盛る火の光の中に座っていた。
§8.564ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας §8.565ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
馬たちは白麦とスペルト小麦を食み、戦車の脇に立って、美しき玉座の暁を待ちわびていた。

語釈・文法注

  1. 8.496τῷ — 指示代名詞 ὁ(ここでは槍 ἔγχος を指す)の与格で、分詞 ἐρεισάμενος(もたれかかる)と共に「それ(槍)に寄りかかって」という支持・拠り所の意味を表す。
  2. 8.513πέσσῃ — 動詞 πέσσω(消化する、熱する)の接続法三人称単数形。ここでは「(心の中で)傷を消化する、堪え忍ぶ」という比喩的な意味で使われており、接続法は ὡς(〜のように、〜するために)に導かれる目的・結果の節である。
  3. 8.524ὑγιής — 形容詞 ὑγιής(健全な、確かな)が μῦθος と共に用いられ、「確実な言葉、妥当な提案」という意味を持つ。直後の δέ 節(明朝のさらなる提案)との対比において、「現時点での一時的な決定」を指している。
  4. 8.553πτολέμοιο γεφύρας — 「戦争の橋(通路)」というホメロス独特の表現。川の橋ではなく、陣地と陣地の間に広がる「戦場」あるいは「前線」の通路を指す。
  5. 8.558ὑπερράγη — 複合動詞 ὑπορρήγνυμι(あるいは ὑπερρήγνυμι)の直説法アオリスト受動三人称単数形。大気が「裂けて開き」、その裂け目から無限の天空と星々が突如として現れるダイナミックな自然描写を表す。

この箇所を引用する

ホメロス, イリアス §8.494-8.565. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.494-8.565

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。