Humanitext Reader

ホメロス · イリアス §8.353-8.424

ヘラとアテナの出陣とゼウスの制止

70 / 226 箇所 · ギリシア語

要旨

ギリシア軍の惨状を見かねたヘラとアテナは、ゼウスの意向に反して出陣しようと武装して進み出る。しかしイデ山からそれを認めたゼウスは激怒し、使者イリスを遣わして激しい言葉で彼女たちを引き返させる。

§8.353ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
「滅びゆくダナオス人たちのことを、たとえ最後であっても我らは心にかけないでおられようか。
§8.354οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
彼らは一人の男の猛威によって、無惨な運命を満たして滅びゆこうとしている。
§8.355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς §8.356Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
その一人の男とは、もはや抑えきれぬほどに狂い立っているプリアモスの子ヘクトルである。 彼はすでに多くの災いをもたらした。
§8.357τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
」輝く眼の女神アテナは彼女に答えて語った。
§8.358καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε §8.359χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
「まことにこの男も、アルゲイオス人の手にかかって命と力を失い、祖国の地で滅び去るべきであったのだ。
§8.360ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι §8.361σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
しかし我が父は邪悪な心で荒れ狂い、無慈悲で、常に邪悪であり、私の熱意を阻む者である。
§8.362οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν §8.363τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
父は、その息子がエウリュステウスの課した難業に苦しめられていた時、私が彼をどれほど度々救い出したか、全く覚えていない。
§8.364ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς §8.365τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
まことに彼(ヘラクレス)は天に向かって泣き叫び、ゼウスは私を天から彼を助けに行かせるために送り出したのだ。
§8.366εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν §8.367εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν §8.368ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, §8.369οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
もし私が、賢明な心でこのことを知っていたなら、彼(ゼウス)が、門を固く閉ざす冥府の王のもとへと彼(ヘラクレス)を送り、忌まわしい冥府から番犬を引き連れてこさせようとした時に、彼(ヘラクレス)はステュクスの水の険しい流れを逃れ出ることはできなかったろう。
§8.370νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
だが今や、父は私を憎み、テティスの願いを成就させた。
§8.371ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, §8.372λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
彼女は父の膝に口づけし、手で顎に触れて、都市を破壊するアキレウスに名誉を与えるよう懇願したのだ。
§8.373ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
だが、再び彼が私を愛しい輝く眼の娘と呼ぶ時が必ず来る。
§8.374ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, §8.375ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο §8.376τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
だが、そなたは今、我ら二人のために単蹄の馬たちを繋ぐがよい、その間に私はアイギスを持つゼウスの館に入り、戦いのために武具を身に纏おう。
§8.377ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ §8.378γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, §8.379ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς §8.380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
それは、我ら二人が戦場の通路に現れたのを見て、プリアモスの子、兜をきらめかせるヘクトルが喜ぶかどうかを見るため、あるいはトロイア人のうちの誰かが、アカイア人の船のそばで倒れ、その脂身と肉で犬や鳥たちを満たすことになるかを見るためだ。
§8.381ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
」彼女がそう言うと、白き腕の女神ヘラは従った。
§8.382ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους §8.383Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
女神、大いなるクロノスの尊い娘ヘラは、進み出て、金の額飾りを付けた馬たちを繋いだ。
§8.384αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο §8.385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει §8.386ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
一方、アイギスを持つゼウスの娘アテナは、自分で作り、手ずから織り上げた柔らかく美しいペプロスを父の床に滑り落とした。
§8.387ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο §8.388τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
そして雲を集めるゼウスのキトンを身に纏い、涙を誘う戦いのために武具を身に付けた。
§8.389ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος §8.390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν §8.391ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
彼女は足で炎のような戦車に乗り、重く巨大で頑丈な、強き父を持つ娘アテナが怒れる英雄たちの隊列を打ち破るための槍を手に取った。
§8.392Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
ヘラは鞭で素早く馬たちを打った。
§8.393αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
すると、時間の女神ホーライたちが守る天の門が自動的に大きな音を立てて開いた。
§8.394τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε §8.395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
彼女たちには、大いなる天とオリンポスが委ねられており、立ち込める雲を開き、また閉ざすのである。
§8.396τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
彼女たちはそこを通って、鞭を当てられた馬たちを進めた。
§8.397Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς, §8.398Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
だが、父なるゼウスはイデの山から見て激しく怒り、金の翼を持つイリスを急がせて使者に立てた。
§8.399βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην §8.400ἔρχεσθʼ·
「行け、素早きイリスよ、彼女たちを引き返させよ。 面と向かって立ち向かわせてはならぬ。
οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
我らが戦いにおいて相まみえるのは、見苦しいことだからだ。
§8.401ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
私はこのように語り、これは成就されるであろう。
§8.402γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §8.403αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
私は彼女たちの戦車の下で、駿馬たちの足を不自由にさせ、彼女たち自身を戦車から投げ落とし、戦車を打ち砕くであろう。
§8.404οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς §8.405ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
十年の歳月が巡り巡っても、雷電が刻みつける傷が癒えることはないだろう。
§8.406ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
それは、輝く眼の娘(アテナ)が、自分の父と戦うとどうなるかを知るためだ。
§8.407Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
ヘラに対しては、私はそれほど憤ることも怒ることもない。
§8.408αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
彼女は、私が命じることを常に妨げるのが常だからだ。
§8.409ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, §8.410βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
」彼はそう語り、嵐の足を誇るイリスは使者として立ち上がり、イデの山々から広大なオリンポスへと向かった。
§8.411πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο §8.412ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
彼女は多くの谷ひだを持つオリンポスの最初の門のところで、彼女たちに出会って呼び止め、ゼウスの言葉を伝えた。
§8.413πῇ μέματον;
「どこへ急いでおられるのですか。
τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
なぜ胸の中の心臓が狂い立っているのですか。
§8.414οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
クロノスの子は、アルゲイオス人たちを救援することを許されません。
§8.415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
まことにクロノスの子はこのように脅され、これを成就されるでしょう。
§8.416γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §8.417αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
お二人の戦車の下で駿馬たちの足を不自由にさせ、お二人自身を戦車から投げ落とし、戦車を打ち砕くであろうと。
§8.418οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς §8.419ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
十年の歳月が巡り巡っても、雷電が刻みつける傷がお二人に癒えることはないでしょう。
§8.420ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
それは、輝く眼の娘よ、あなたが自分の父と戦うとどうなるかを知るためです。
§8.421Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
ヘラに対しては、あの方はそれほど憤ることも怒ることもなさいません。
§8.422αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
彼女は、あの方が命じることを常に妨げるのが常だからです。
§8.423ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε §8.424τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
しかしあなたこそ、最も恐るべき、恐れ知らずの犬です、もし本当にゼウスに立ち向かって巨大な槍を掲げるつもりがあるなら。 」

語釈・文法注

  1. §8.353κεκαδησόμεθʼ — 動詞 κήδω(配慮する、悲しむ)の中動態直説法未来(あるいは完了)形。語尾 -σόμεθα がヘラとアテナの「我ら二人」を指示している。
  2. §8.366εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ... οὐκ ἂν ὑπεξέφυγε — 反実仮想の条件文(過去の事実の反対)。条件節が εἰ+直説法過去(ᾔδεα)、帰結節が ἄν+直説法過去(ὑπεξέφυγε)で構成されており、「もし私がこれらを知っていたなら、彼(ヘラクレス)は(ステュクスを)逃れ出られなかったろうに」を意味する。
  3. §8.373ἔσται μὰν ὅτʼ ἂν αὖτε — 「〜する時があるだろう」という未来の時を指す慣用表現で、接続法(εἴπῃ)を伴う。現在はトロイア軍を利しているゼウスが、いずれ再びアテナを寵愛するようになり「愛しい輝く眼の娘」と呼ぶ日が来るという確信を示している。

この箇所を引用する

ホメロス, イリアス §8.353-8.424. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.353-8.424

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。