Humanitext Reader

ホメロス · イリアス §8.283-8.352

テウクロスの射撃とヘクトルによる負傷

69 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはテウクロスを激励して莫大な恩賞を約束し、テウクロスはヘクトルを狙い撃つが、アポロンの介入により矢は逸れて御者らを倒す。怒ったヘクトルは石を投げつけてテウクロスを負傷させ、勢いづいたトロイア軍はアカイア軍を再び堀へと追い詰める。

§8.283πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, §8.284καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
また、そなたが幼かったときに育て、庶子であったにもかかわらず自分の家に引き取って世話をしてくれた、そなたの父テラモンに対しても(光となれ)。
§8.285τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
彼が遠く離れたところにいるとはいえ、輝かしい名声をもたらすのだ。
§8.286σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
私はそなたに、これが成就されるであろうように語ろう。
§8.287αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη §8.288Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, §8.289πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
もしアイギスを持つゼウスとアテナが、私に十分に築かれたイリオスの都を攻略させてくださるならば、私の次に、まず最初にそなたの手へと、名誉の恩賞を授けよう。
§8.290ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν §8.291ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
三脚釜か、あるいは戦車を伴う二頭の馬か、あるいはそなたと褥を共にする一人の女かを。
§8.292τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
」非の打ち所のないテウクロスは答えて彼に語った。
§8.293Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν §8.294ὀτρύνεις;
「最も栄光あるアトレウスの子よ、私自身も熱望しているというのに、なぜ私を急き立てるのですか。
οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
まことに、私にある限りの力の及ぶところ、私は手を緩めてはおりません。
§8.295παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς §8.296ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
それどころか、我らが彼らをイリオスへと押し戻して以来、その時から私は弓を手にして待ち構え、男たちを討ち取っています。
§8.297ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, §8.298πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
すでに八本の鋭い矢を放ち、そのすべてが戦いに素早い若者たちの身体に突き刺さりました。
§8.299τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
しかし、この狂犬のような男(ヘクトル)だけは、射当てることができません。
§8.300ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν §8.301Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
」彼はそう言うと、弦からもう一発の矢をヘクトルにめがけて真っ直ぐに放った、心の中で彼を射当てることを切望しながら。
§8.302καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα §8.303υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
そして彼(ヘクトル)は射損じたが、プリアモスの優れた子、非の打ち所のないゴルギュティオンの胸に矢を命中させた。
§8.304τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ §8.305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
彼はアイシュメから嫁いできた母、姿が女神たちに似た美しいカスティアネイラが産んだ子であった。
§8.306μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ §8.307καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, §8.308ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
庭の中で、実と春の雨に重くなって、片方に頭を傾ける罌粟のように、そのように彼の頭も、兜に重く圧し潰されて片方に傾いた。
§8.309Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν §8.310Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
テウクロスは弦からさらにもう一発の矢をヘクトルにめがけて放った、心の中で彼を射当てることを切望しながら。
§8.311ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε·
しかし、彼はその時も射損じた。
παρέσφηλεν γὰρ Ἀπόλλων·
アポロンが矢を逸らしたからである。
§8.312ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα §8.313ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
だが、戦いへと進んでいくヘクトルの勇敢な御者アルケプトレモスの、乳房の傍らの胸を射抜いた。
§8.314ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι §8.315ὠκύποδες·
彼は戦車から転落し、駿馬たちは横にそれた。
τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
そしてその場で、彼の命と力が失われた。
§8.316Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
ヘクトルは、御者の死に激しい哀しみに心を覆われた。
§8.317τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, §8.318Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα §8.319ἵππων ἡνίʼ ἑλεῖν·
しかし、戦友を想って苦しみつつも彼をそのままにしておき、近くにいた兄弟ケブリオネスに馬の手綱を取るよう命じた。
ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
ケブリオネスはそれを聞いて逆らわなかった。
§8.320αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος §8.321σμερδαλέα ἰάχων·
ヘクトル自身は、眩しく輝く戦車から地面へと飛び降りた、恐ろしい声を上げながら。
ὃ δὲ χερμάδιον λάβε χειρί, §8.322βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
そして大きな石を手につかみ、テウクロスに向かってまっすぐに進んだ。 心は彼を打ち据えることを命じていた。
§8.323ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, §8.324θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ §8.325αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει §8.326αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, §8.327τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
まさにテウクロスが矢筒から鋭い矢を取り出し、弦につがえたとき、兜をきらめかせるヘクトルは、彼が弦を後ろに引き絞ろうとしたまさにその瞬間、鎖骨が首と胸を隔て、最も致命的となる肩の傍らに、彼をめがけて熱望して狙いを定めるその場所に、角張った石を投げつけて命中させた。
§8.328ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
石は彼の弦を断ち切り、手首から先が麻痺した。
§8.329στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
彼は膝をついて倒れ、その場に留まり、弓は手からこぼれ落ちた。
§8.330Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
しかしアイアスは、倒れた兄弟を放っておかなかった。
§8.331ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
走って彼のもとに進んでその上を跨ぎ、盾で彼を覆い隠した。
§8.332τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι §8.333Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ §8.334νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
それから、二人の忠実な戦友、エキオスの子メキステウスと気高いアラストルが彼を抱きかかえ、激しく呻く彼を、くり抜かれた船へと運んで行った。
§8.335ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
オリンピアの神が再びトロイア人たちに勇気を吹き込まれた。
§8.336οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
彼らはアカイア人たちを深い堀のところまで真っ直ぐに押し戻した。
§8.337Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ヘクトルはその先頭を進み、その力を誇って狂喜していた。
§8.338ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος §8.339ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων §8.340ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
それは、俊足の猟犬が野生の猪や獅子を後ろから追いかけ、その腰や臀部にとりつき、相手が身を翻すのを油断なく見張っているかのようであった。
§8.341ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, §8.342αἰὲν ἀποκτείνων τὸν ὀπίστατον·
そのようにヘクトルは、髪を長く伸ばしたアカイア人たちを追撃し、常に最後尾の者を討ち取り続けた。
οἳ δὲ φέβοντο.
彼らは敗走していった。
§8.343αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν §8.344φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, §8.345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, §8.346ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι §8.347χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
しかし、彼らが逃げ惑う中で杭と堀を通り抜け、多くの者がトロイア人たちの手によって倒されたのち、彼らは船のそばで踏みとどまり、互いに呼びかけ合い、すべての神々に向かって手を差し上げて、一人一人が大声で熱心に祈った。
§8.348Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους §8.349Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
一方、ヘクトルは麗しい鬣の馬たちをあちこちへと奔らせていた、ゴルゴンや人を殺すアレスのような目を光らせ。
§8.350τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη, §8.351αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
彼らを見て、白き腕の女神ヘラは哀れに思い、すぐにアテナに向かって翼ある言葉を語りかけた。
§8.352ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
「ああ、悲しいかな、アイギスを持つゼウスの娘よ、我ら二人はもはや…」

語釈・文法注

  1. 8.284νόθον περ ἐόντα — 接尾辞 `περ` は分詞 `ἐόντα`( εἰμί の現在分詞対格)を伴い、「(庶子で)あったにもかかわらず」という明確な譲歩の意味を表す。
  2. 8.291ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι — 関係代名詞 `ἥ` に導かれる関係節の中で、小辞 `κεν`( ἄν のホメロス形)が希求法 `εἰσαναβαίνοι` とともに用いられ、未来の可能性、あるいは期待される特徴や目的(「そなたと褥を共にするであろう(女)」)を表現している。
  3. 8.306μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν — 直喩を導く従属節( `ὡς` 節)内のアオリスト動詞 `βάλεν` は、普遍的な自然の事実を表す「類型的アオリスト」(gnomic aorist)であり、主節の `ἤμυσε`(308行)のアオリストと呼応して直喩の叙述を完成させている。
  4. 8.327τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν — この長い文の主格は `Ἕκτωρ` であり、動詞は `βάλεν`。間接目的語の与格 `οἷ` はヘクトル自身を指し(「彼(ヘクトル)に向けて」)、現在分詞対格 `μεμαῶτα`(熱望する、狙いを定める)は省略された対格の直接目的語であるテウクロス(325行の `αὐερύοντα` の主格対象)を修飾している。

この箇所を引用する

ホメロス, イリアス §8.283-8.352. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.283-8.352

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。