Humanitext Reader

ホメロス · イリアス §7.346-7.412

パリスの提案と死者埋葬のための休戦合意

63 / 226 箇所 · ギリシア語

要旨

トロイアの集会でアンテノールはヘレネと財宝の返還を提案するが、パリスはヘレネの返還を拒絶し財宝の返還と追加を主張する。プリアモスはパリスの提案と火葬のための休戦をアカイア側に伝える使者としてイダイオスを派遣し、ディオメデスの主導によりアカイア側は財宝返還を拒絶しつつも、アガメムノンの同意のもとで火葬のための休戦のみを受け入れる。

§7.346δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
激しく不穏な集会が、プリアモスの門のところで開かれた。
§7.347τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
彼らに対して、賢明なアンテノールがまず発言し始めた。
§7.348κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, §7.349ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
「トロイア人、ダルダニア人、そして同盟軍の諸大将よ、私の言葉を聞くがよい、胸の中の心が私に命じることを語るために。
§7.350δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ §7.351δώομεν Ἀτρεΐδῃσιν ἄγειν·
さあ、アルゴスのヘレネと、彼女とともにその財宝を、アトレウスの息子たちに引き渡して連れ去らせよう。
νῦν δʼ ὅρκια πιστὰ §7.352ψευσάμενοι μαχόμεσθα·
今や我々は信頼すべき誓いに背いて戦っているのだ。
τὼ οὔ νύ τι κέρδιον ἡμῖν §7.353ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
それゆえ、私には我々にとって何一つ益になるとは思えない、もし我々がこのように行わないならば。
§7.354ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο·
」彼はこのように語って席に着いた。
τοῖσι δʼ ἀνέστη §7.355δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
すると彼らの中に立ち上がったのは、髪の美しいヘレネの夫、気高いアレクサンドロスであった。
§7.356ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
彼は相手に答えて、翼ある言葉を語りかけた。
§7.357Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
「アンテノールよ、お前の語るそれらのことは、もはや私には好ましくない。
§7.358οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
お前はこれよりも優れた別の言葉を考え出すこともできるはずだ。
§7.359εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, §7.360ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
だが、もしお前が真面目に本当にこれを語っているのなら、実にそのときは、神々自らがお前の正気を奪ってしまわれたのだ。
§7.361αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
しかし私は、馬を馴らすトロイア人たちの中で宣言しよう。
§7.362ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
はっきりと拒絶する、妻を引き渡すことはしないと。
§7.363κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ §7.364πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
だが、アルゴスから我が家へと持ち帰ったすべての財宝は、すべて与える用意があり、さらに私自身の家から他のものを加えよう。
§7.365ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο·
」彼はこのように語って席に着いた。
τοῖσι δʼ ἀνέστη §7.366Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, §7.367ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
すると彼らの中に立ち上がったのは、ダルダノスの末裔プリアモス、神々にも比肩する助言者であり、彼は彼らに向けて、善意をもって語りかけ、このように言った。
§7.368κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, §7.369ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
「トロイア人、ダルダニア人、そして同盟軍の諸大将よ、私の言葉を聞くがよい、胸の中の心が私に命じることを語るために。
§7.370νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, §7.371καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
今は都の中で、これまで通りに夕食を摂り、見張りを心に留め、各自が警戒を怠らないようにせよ。
§7.372ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας §7.373εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ §7.374μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
夜が明けたら、イダイオスが空洞の船へと赴き、アトレウスの息子たちであるアガメムノンとメネラオスに伝えるように、争いの原因となったアレクサンドロスの提案を。
§7.375καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
また、この慎重な提案をも伝えるように。
§7.376παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς §7.377κήομεν·
もし彼らが忌まわしい戦争を休止することを望むなら、我々が死者を火葬するまでの間。
ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων §7.378ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
後日、神が我々を決着させ、どちらか一方に勝利を与える時まで、再び戦うことにしよう。
§7.379ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
」彼はこのように語り、彼らは彼の言葉によく耳を傾け、これに従った。
§7.380δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
そして彼らは、軍勢の各部隊ごとに夕食を摂った。
§7.381ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
夜が明けたら、イダイオスは空洞の船へと向かった。
§7.382τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος §7.383νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος·
彼は、アレスの従者たるダナオス人たちが集会を開いているのを見つけた、アガメムノンの船の船尾の傍らで。
αὐτὰρ ὃ τοῖσι §7.384στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
そして彼は、彼らに対して中央に立ち、声高き伝令として語りかけた。
§7.385Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν §7.386ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ §7.387εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
「アトレウスの息子よ、そして全アカイア人の他の精鋭たちよ、プリアモスと他の高貴なトロイア人たちが私に命じた、もしお前たちにとって好ましく心地よいことであるなら、伝えるようにと。
§7.388μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
争いの原因となったアレクサンドロスの提案を。
§7.389κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν §7.390ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
アレクサンドロスが空洞の船でトロイアへと連れ帰ったすべての財宝(それ以前に彼が滅んでいればよかったものを!
§7.391πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
)を、彼はすべて与える用意があり、さらに自身の家から他のものを加えようとしている。
§7.392κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο §7.393οὔ φησιν δώσειν·
だが、名高いメネラオスの本妻は返さないと言っている。
ἦ μὴν Τρῶές γε κέλονται.
実にトロイア人たちは彼女を返すよう促しているのだが。
§7.394καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
また、この言葉をも伝えるよう彼らは命じた。
§7.395παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς §7.396κήομεν·
もしお前たちが忌まわしい戦争を休止することを望むなら、我々が死者を火葬するまでの間。
ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων §7.397ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
後日、神が我々を決着させ、どちらか一方に勝利を与える時まで、再び戦うことにしよう。
§7.398ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
」彼はこのように語り、彼らは皆、静まり返って沈黙した。
§7.399ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
やがて、鬨の声に優れたディオメデスが語りかけた。
§7.400μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω §7.401μήθʼ Ἑλένην·
「今や、アレクサンドロスの財宝も、ヘレネも、受け取ってはならない。
γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν §7.402ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
きわめて愚かな者であっても、次のことは分かるはずだ、すでにトロイア人たちには滅亡の破滅が迫っているのだということは。
§7.403ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν §7.404μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
」彼はこのように語り、アカイアの息子たちは皆、馬を馴らすディオメデスの言葉を称賛して、大きく叫んだ。
§7.405καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
そのとき、広くを支配するアガメムノンがイダイオスに語りかけた。
§7.406Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις §7.407ὥς τοι ὑποκρίνονται·
「イダイオスよ、アカイア人の言葉はお前自身が今聞いている通り、彼らがどのように答えているかを。
ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
私としてもまた、このように満足している。
§7.408ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
一方、死者を火葬することについては、私は何一つ拒まない。
§7.409οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων §7.410γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
なぜなら、死んでしまった死者たちに対しては、彼らが死んだ以上、速やかに火によって宥めるのを惜しむべきではないからだ。
§7.411ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
誓いについては、ヘラの夫たる、激しく響き渡るゼウスに証人となってもらおう。
§7.412ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
」彼はこのように語って、すべての神々に向けて笏を掲げた。

語釈・文法注

  1. 7.346δεινὴ τετρηχυῖα — 動詞を欠くこの分詞句は、直前の行(§7.345)の女性名詞 ἀγορή(集会)を修飾・説明している。
  2. 7.353ἵνα μὴ ῥέξομεν ὧδε — この ἵνα μή 節は「〜しない限りは」という否定の条件節(εἰ μή と同様)として機能している。
  3. 7.390ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι — ὤφελον(ホメロス形 ὤφελλε)+不定詞によって、過去の事実に対する実現不可能な願望(「〜していればよかったのに」)を表す。
  4. 7.410πυρὸς — 動詞 μειλισσέμεν(宥める、和らげる)に伴い、手段や材料(「火によって」)を表す属格として用いられている。

この箇所を引用する

ホメロス, イリアス §7.346-7.412. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.346-7.412

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。