Humanitext Reader

ホメロス · イリアス §7.206-7.275

アイアスとヘクトルの激闘と伝令による仲裁

61 / 226 箇所 · ギリシア語

要旨

アイアスが完全武装して出陣し、ヘクトルとの一対一の壮絶な決闘が始まる。互いに槍と巨大な石を投げ合って激しく戦うが、決着がつかないうちに日没が近づき、両軍の伝令たちが仲裁に現れる。

§7.206ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
彼らがこのように祈ると、アイアスは輝く青銅で身を固めた。
§7.207αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, §7.208σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
しかし彼が全身にすべての武具を身にまとうと、彼は、巨大なアレスが進み行くかのように急ぎ進んだ。
§7.209ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων §7.210θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
クロノスの子が、魂を蝕む争いの怒りをもって戦いへと突き合わせた男たちの間へと、戦争へと進んで行くような(アレス)。
§7.211τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν §7.212μειδιόων βλοσυροῖσι προσώπασι·
そのように、アカイア人の防壁たる巨大なアイアスは、恐ろしげな表情に微笑みを浮かべながら立ち上がった。
νέρθε δὲ ποσσὶν §7.213ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
下では足で大股に歩みを進め、長い影を落とす槍を振るいつつ。
§7.214τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, §7.215Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, §7.216Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
アルゴス人たちは彼を見て歓喜したが、トロイア人たちには恐ろしい震えが一人一人の四肢に忍び寄り、ヘクトル自身も胸の中で心が激しく鼓動した。
§7.217ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
しかし、彼はもはや退くことも、人々の群衆の中へと引き返すこともどうしてもできなかった。
§7.218ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
彼自ら戦いを挑んだのだから。
§7.219Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
アイアスは、塔のような、青銅と7重の牛革の盾を携えて近くにやって来た。
§7.220χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων §7.221σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
それは、ヒュレに館を構える、革なめし職人の中で群を抜いて優れたテュキオスが、彼のために丹念に作ったものだった。
§7.222ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον §7.223ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
彼は、よく肥えた雄牛たちの革で、輝く7重の牛革の盾を彼のために作り、さらにその上に8番目の層として青銅を打ち伸ばしたのだった。
§7.224τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας §7.225στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
それを胸の前に携えて、テラモンの息子アイアスは、まさにヘクトルのすぐ近くに立ち、脅すように語りかけた。
§7.226Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος §7.227οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι §7.228καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
「ヘクトルよ、今やお前は一対一ではっきりと知ることになるだろう、戦列を破る、獅子の心を持つアキレウスを除いても、ダナオス人の間にいかに優れた精鋭たちがまだいるかということを。
§7.229ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι §7.230κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
だが、あの男は、人々の牧者アガメムノンへの激しい怒りを抱きつつ、舳先の反った、海を行く船の傍らに退いている。
§7.231ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν §7.232καὶ πολέες·
しかし、私たちはお前に対峙できるような者たちであり、しかも大勢いるのだ。
ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
さあ、戦闘と戦争を始めよ。
§7.233τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
」それに対して、兜きらめく大いなるヘクトルが再び語りかけた。
§7.234Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν §7.235μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε §7.236ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
「ゼウスより生まれしテラモンの息子、人々の指揮者アイアスよ、私のことを、戦争の業を知らぬか弱い子供や女であるかのように試そうとするな。
§7.237αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
しかし、私は戦いと男たちの殺戮をよく知っている。
§7.238οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν §7.239ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
私は、乾いた牛革の盾を右へ左へと操る術を知っており、私にとってそれこそが、不屈に戦うということなのだ。
§7.240οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
私はまた、素早い馬たちの戦闘に躍りかかる術を知っている。
§7.241οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
私はまた、立ち止まっての白兵戦で、不敵なアレスの舞を舞う術を知っている。
§7.242ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
だが、私はお前のような男を、隙を窺って不意に討ちたくはない。
§7.243λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
そうではなく、もし当たればだが、正々堂々と討ちたいのだ。
§7.244ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §7.245καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον §7.246ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
」彼はそう言い、長い影を落とす槍を振りかぶって放ち、アイアスの恐るべき7重の牛革の盾の、最も外側にある、盾の上の8番目の層である青銅に当てた。
§7.247ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, §7.248ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο·
頑強な青銅は、6つの革の層を切り裂いて突き進んだが、 7番目の皮の層で遮られて止まった。
δεύτερος αὖτε §7.249Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, §7.250καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
次に二番手として、ゼウスより生まれしアイアスが長い影を落とす槍を放ち、プリアモスの息子の、均整のとれた円盾に当てた。
§7.251διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, §7.252καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
輝く盾を貫いて強力な槍が通り抜け、精巧に作られた胸当てをも貫いて突き刺さった。
§7.253ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
そして槍は、脇腹のすぐそばのチュニックをまっすぐに切り裂いた。
§7.254ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
しかし彼は身をかわし、黒い死の運命を免れた。
§7.255τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω §7.256σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν §7.257ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
二人は同時に長い槍を両手で引き抜き、生肉を食らうライオン、あるいはその力が決して衰えることのない野生のイノシシのように、互いに襲いかかった。
§7.258Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
プリアモスの息子は、次いで相手の盾の真ん中を槍で突いた。
§7.259οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
しかし青銅は突き破れず、彼の槍の穂先が曲がってしまった。
§7.260Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος·
一方アイアスは躍りかかって盾を突き刺した。
ἣ δὲ διαπρὸ §7.261ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, §7.262τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
槍は盾を突き抜け、突進する彼をたじろがせ、首をかすめて切り裂いたので、黒い血が湧き出た。
§7.263ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, §7.264ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ §7.265κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
だが、それでもなお兜きらめくヘクトルは戦いをやめず、後退して、平原に横たわっていた、黒く、ごつごつした、巨大な石をたくましい手で掴んだ。
§7.266τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον §7.267μέσσον ἐπομφάλιον·
それで、アイアスの恐るべき7重の牛革の盾の、真ん中のボスの部分を撃った。
περιήχησεν δʼ ἄρα χαλκός.
すると青銅が周囲に響き渡った。
§7.268δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας §7.269ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, §7.270εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, §7.271βλάψε δέ οἱ φίλα γούναθʼ·
次にアイアスがはるかに大きな石を持ち上げ、それを旋回させて放ち、無限の力を込め、石臼のようなその石を当てて盾を内側へと打ち砕き、彼の膝を痛めつけた。
ὃ δʼ ὕπτιος ἐξετανύσθη §7.272ἀσπίδι ἐγχριμφθείς·
彼は仰向けに大の字になって倒れ、盾に押し潰された。
τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
しかしアポロンがたちまち彼を立たせた。
§7.273καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο, §7.274εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν §7.275ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
そして今や、彼らは刀剣を用いて間近で互いを傷つけ合っていたことだろう、もし、ゼウスと人間たちの使者である伝令たちが、一方はトロイア人から、もう一方は青銅の胸当てをつけたアカイア人から、来なかったならば。

語釈・文法注

  1. §7.209ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας — 関係代名詞 ὅς の先行詞は Ἄρης であり、それに続く関係節はアレスの恐るべき様子を描写している。μετά +対格(ἀνέρας)は「〜の人々の間へ」を意味し、方向を示す。
  2. §7.223ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν — 前置詞 ἐπί が副詞的(tmesis または独立した副詞)に使われており、「その上に」という意味を表す。ἤλασε は「(金属を)叩いて伸ばす」を意味する ἐλαύνω の直説法アオリストで、7重の牛革の上にさらに8番目の層として青銅を被せた製盾の技術を説明している。
  3. §7.239τό μοι ἔστι ταλαύρινον πολεμίζειν — 主語である不定詞句 πολεμίζειν に、形容詞 ταλαύρινον(不屈の、牛革の盾を持ちこたえる)が副詞的に、または名詞化された形で係っている。ἔστι は「〜が可能である」または「〜を意味する」という意味で、「それこそが私にとって盾を掲げて不屈に戦うことなのだ」というヘクトルの戦士としての誇りを示している。
  4. §7.273καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο, εἰ μὴ — 過去の事実に反する仮定(反実仮想)の構文。帰結節では 小辞 κε (ἄν) とともに直説法過去の未完了過去(οὐτάζοντο)が用いられ、条件節では εἰ μή とともに直説法過去(アオリスト ἦλθον)が用いられており、「もし伝令たちが来なかったなら、今頃剣で傷つけ合っていただろう」という緊迫した状況を表現している。

この箇所を引用する

ホメロス, イリアス §7.206-7.275. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.206-7.275

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。