Humanitext Reader

荷马 · 伊利亚特 §6.337-6.402

赫克托尔辞别海伦并在斯开亚门遇安德罗玛克

第 55 段,共 226 段 · 希腊语

内容简介

帕里斯在海伦的催促下决定重返战场。赫克托尔与海伦简短交谈后,回到家中想在出征前见一见妻子安德罗玛克和幼子。然而妻子已前往城墙塔楼,赫克托尔随即折返,最终在斯开亚门与她相遇。

§6.337νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν §6.338ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ §6.339λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
然而现在,妻子用温柔的话语劝说我,促我奔赴战场;而对我自己来说,这似乎也更好一些;因为胜利是在人们之间轮流转易的。
§6.340ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· §6.341ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
但是,来吧,现在请稍等,让我披上战甲;或者你先走,我随后就来;我想我能追上你。
§6.342ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ· §6.343τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι· §6.344δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, §6.345ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ §6.346οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα §6.347εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, §6.348ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
” 他这样说,而头盔闪亮的赫克托尔并未回答他只言片语;但海伦用温和的话语对赫克托尔说道: “大伯啊,我这只作恶多端、令人战栗的恶犬,但愿在我母亲最初生下我的那一天,有一股狂恶的风暴将我卷走,带往荒山,或是带到喧嚣的大海波涛之中,在那里波涛会在这些恶事发生之前就将我卷走。
§6.349αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο, §6.350ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, §6.351ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
但是,既然众神已将这些灾祸如此注定,那么我本该成为一个更好的人的妻子,他懂得人们的怨恨和许多羞辱。
§6.352τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω §6.353ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
但这个人,现在既无坚定的心志,以后也不会有;因此我想他也必将自食其果。
§6.354ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ §6.355δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν §6.356εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης, §6.357οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω §6.358ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
但是,来吧,大伯,请进,坐在这张椅子上,大伯啊,因为苦难最深地笼罩了你的心灵,因为我这恶犬,也因为亚历山大的狂妄,宙斯给我们降下了悲惨的命运,使我们即使在后世也会成为未来人们歌唱的题材。
§6.359τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ §6.360μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· §6.361ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω §6.362Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
” 于是,头盔闪亮的伟大赫克托尔回答她说: “海伦,即使你出于好意,也别让我坐下;你劝不动我的;因为我的心早已急欲前去援助特洛伊人,在我不在时,他们对我深切思念。
§6.363ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, §6.364ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
但你当促动此人,让他自己也加快脚步,好让他能在我还在城内时追上我。
§6.365καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι §6.366οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
因为我也要回家去,去看一眼我的家人、亲爱的妻子和幼小的儿子。
§6.367οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, §6.368ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
因为我不知道,自己是否还能再次回到他们身边,还是如今众神就要让我倒在阿开亚人的手下。
§6.369ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· §6.370αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας, §6.371οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, §6.372ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ §6.373πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
” 说完这些话,头盔闪亮的赫克托尔便离去了;他很快来到了自己那座建得很好的宅邸,但在大殿中并未找到白臂的安德罗玛克;原来她带着孩子和一件精美长袍的女仆,正站在塔楼上,哀哭着,流泪着。
§6.374Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν §6.375ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· §6.376εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε· §6.377πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
赫克托尔见完美的妻子不在屋里,便走到门槛处站定,对女仆们说道: “来吧,女仆们,对我说实话:白臂的安德罗玛克从大殿去了哪里?
§6.378ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων §6.379ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι §6.380Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
她是去了她丈夫的姐妹那里,还是去了那些身穿美袍的妯娌们那里,或者是去了雅典娜的神殿,如同其他秀发美艳的特洛伊妇女正在抚慰那可怕的女神?
§6.381τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν· §6.382Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι, §6.383οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων §6.384οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι §6.385Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, §6.386ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε §6.387τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
” 于是,敏捷的女管家回答他道: “赫克托尔,既然你切切叮嘱要说真话,她既未去任何丈夫的姐妹那里,也未去身穿美袍的妯娌们那里,也未去雅典娜的神殿,如同其他秀发美艳的特洛伊妇女正抚慰着那可怕的女神;而是去了伊利奥斯高大的塔楼,因为她听说特洛伊人正处于劣势,而阿开亚人的力量十分强大。
§6.388ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει §6.389μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
她确实像疯了一般,急急忙忙赶往城墙;乳母带着孩子和她一同去了。
§6.390ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ §6.391τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
” 女管家这样说着,而赫克托尔急急离开了宅邸,沿着原路,穿过那些建造良好的街道回去。
§6.392εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ §6.393Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ, §6.394ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα §6.395Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος §6.396Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ §6.397Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
当他穿过宽广的城邦来到城门,即那座斯开亚门,他本欲从此门出城走向平原,在那里,带着丰厚妆奁的妻子迎面跑来,安德罗玛克,是宽宏有度的埃提翁之女;那埃提翁曾居住在林木茂密的普拉科斯山下,在普拉科斯底下的忒拜,统治着基利基亚人。
§6.398τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
他的女儿正是为青铜铠甲的赫克托尔所娶。
§6.399ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ §6.400παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως §6.401Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ, §6.402τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
她迎上了他,随行的女仆胸前抱着娇嫩的幼儿,赫克托尔那惹人怜爱的儿子,宛如一颗明亮的星辰,赫克托尔称他为斯卡曼德里奥斯,而其他人则

词汇与语法注释

  1. 6.345ὥς μʼ ὄφελʼ ... οἴχεσθαι — ὄφελον(ὀφείλω 的第二不定过去时,此处为单数第三人称形式 ὤφελε 经元音脱落后的 ὄφελʼ)接不定式的结构(ὤφελε + οἴχεσθαι)表示无法实现的(对过去的)愿望。宾格代词 μʼ(ἐμέ)充当不定式的逻辑主语。
  2. 6.357ὡς καὶ ὀπίσσω ... πελώμεθʼ — ὡς 是表示目的(或结果)的连词,引导虚拟语气 πελώμεθα(源自 πέλομαι,“成为”,第一人称复数)。其后的 ἐσσομένοισι 是 εἰμί 的将来分词(史诗/离子方言形)的与格复数,修饰 ἀνθρώποισι,意为“对于后世将要出生的人们”。
  3. 6.376εἰ δʼ ἄγε — 字面上看似引导条件从句,但 εἰ δʼ ἄγε 是一个用于引入或促成命令的固定惯用表达(意为“来吧”或“请”)。它最初源自省略了归结句的条件句,本意为“如果你(愿意),来吧(说吧)”。
  4. 6.398ἔχεθʼ Ἕκτορι — 未完成过去时被动语态动词 ἔχετο(单数第三人称,元音脱落)与表示施事或关涉的与格 Ἕκτορι 连用,字面意为“被赫克托尔所拥有(作为妻子)”,即“嫁给了赫克托尔”。

引用这一段

荷马, 伊利亚特 §6.337-6.402. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:6.337-6.402

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。