强壮的佩拉贡是他亲爱的战友,他从他(萨尔佩东)的大腿中向外拔出了白蜡木长枪。
§5.696τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· §5.697αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο §5.698ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
他的灵魂离他而去,双眼被浓雾遮蔽;但他再次苏醒,迎面吹来的北风之息吹拂着他那因剧烈喘息而衰微的生命,使他复苏。
§5.699Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ §5.700οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν §5.701οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω §5.702χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
而阿耳戈斯人面对阿耳斯和披挂青铜铠甲的赫克托尔,既不曾转身向着黑色的战船逃跑,也不曾在战斗中迎面迎击,而是始终向后退却,因为他们得知阿耳斯在特洛伊人中间。
那时,谁是第一个,谁又是最后一个被他们杀死的—— 被普里阿摩斯之子赫克托尔和青铜阿耳斯所杀?
§5.705ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, §5.706Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, §5.707Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
是神一般的特尤特拉斯,接着是驱赶马匹的奥雷斯特斯,以及投枪手、埃托利亚人特雷科斯,和奥伊诺马奥斯,还有奥伊诺普斯之子赫勒诺斯,和系着闪亮腰带的奥雷斯比奥斯。
§5.708ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, §5.709λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι §5.710ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
他曾住在许莱,极度热衷于积累财富,紧邻着刻菲西斯湖;在他身旁还居住着拥有极其肥沃土地的其他波奥提亚人。
§5.711τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη §5.712Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, §5.713αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· §5.714ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, §5.715ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ §5.716Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §5.717εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
当白臂女神赫拉看到他们—— 阿耳戈斯人在激烈的战斗中被屠戮时,立刻对雅典娜说出了羽翼般的语言: “哎呀,手持埃吉斯的宙斯之女、不屈的姑娘啊,我们确实对梅涅劳斯许下了虚无的诺言,让他攻克坚固城墙的伊利奥斯后归国,如果我们任凭毁灭性的阿耳斯如此狂妄。
§5.718ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
来吧,让我们俩也去考虑一下施展威猛的战斗力吧。
§5.719ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
” 她这样说道,闪亮眼睛的女神雅典娜并未违抗。
于是,大克罗诺斯尊贵的女儿、女神赫拉亲自上前,为套上金色额带的马匹套上马具。
格柏迅速在车轴两侧、铁质车轴的周围安上了弯曲的、八辐青铜车轮。
§5.724τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε §5.725χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· §5.726πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· §5.727δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν §5.728ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
这些车轮的轮辋是永不磨损的金制,而在其上则紧密包覆着青铜胎圈,看去令人赞叹;银制的轮毂在两侧转动;车身由金色和银色的皮革带子绷紧,四周环绕着双重弯曲的手扶框。
§5.729τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ §5.730δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα §5.731κάλʼ ἔβαλε χρύσειʼ·
车身延伸出银色的车辕;而在车辕末端她绑上了美丽的金色车轭,并在车轭上系上了美丽的金色胸带。
ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη §5.732ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
赫拉把疾足的马匹牵到轭下,她渴望着争斗和呐喊。
§5.733αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο §5.734πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει §5.735ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· §5.736ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο §5.737τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
而手持埃吉斯的宙斯之女雅典娜在父亲的殿堂地板上脱下了她那柔软的衣袍,那是她亲手织就、精心制作的五彩衣衫;她穿上聚云者宙斯的短袍,披挂起武器,准备投入令人流泪的战争。
§5.738ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν §5.739δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, §5.740ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, §5.741ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου §5.742δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
她在双肩披上了带有流苏的、恐人的埃吉斯神盾,盾的四周环绕着“溃逃”,盾中有“不和”,有“武勇”,有令人胆寒的“追击”,还有那可怕怪物戈尔贡的头颅,它是手持埃吉斯的宙斯那可怕而令人战栗的征兆。
§5.743κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον §5.744χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν· §5.745ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος §5.746βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν §5.747ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
她头上戴着双角四羽的、金色的、足以庇护百座城市步兵的头盔;她迈步登上了闪耀如火的战车,并紧握长枪,那长枪沉重、巨大、坚固,这位拥有强大父亲的女儿正是用它来摧毁令她动怒的英雄们的队列。
§5.748Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· §5.749αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, §5.750τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε §5.751ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
赫拉用皮鞭迅速驱赶马匹;由时序女神们把守的天门自动发出吱呀的响声,大天和奥林匹斯都委托给她们掌管,负责推开浓云,或是重新遮闭。
§5.752τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους· §5.753εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων §5.754ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
她们驱赶着受鞭笞的马匹穿过这道大门;她们发现克罗诺斯之子独自坐在远离其他神明的地方,在多山脊的奥林匹斯的最高峰上。
§5.755ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη §5.756Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· §5.757Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
白臂女神赫拉在那里停下马车,向至高无上的克罗诺斯之子宙斯质问,说道: “父亲宙斯啊,你对阿耳斯这些狂暴的行径难道不感到愤怒吗?
§5.758ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν §5.759μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
他无理且无秩序地屠戮了如此多、如此优秀的长发阿开亚人民。
§5.760τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων §5.761ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
这令我痛苦,而那些人却在安逸中寻欢作乐——塞浦路斯女神和手持银弓的阿波罗,他们放纵了这个毫无分寸、不知法度为何物的狂徒。
父亲宙斯,如果我给阿耳斯以痛击,并把他赶出战场,你真的会对我发怒吗?
§5.764τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §5.765ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, §5.766ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
” 聚云者宙斯回答她道: “去吧,驱使抢夺者雅典娜去对付他,她最习惯于让他尝到痛苦的滋味。
§5.767ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
” 他这样说道,白臂女神赫拉并没有违抗。