Humanitext Reader

荷马 · 伊利亚特 §5.624-5.693

特勒波勒摩斯与萨尔佩东的决斗

第 46 段,共 226 段 · 希腊语

内容简介

在大埃阿斯被迫退却后,宙斯的孙子特勒波勒摩斯与宙斯之子萨尔佩东在激烈的言语交锋后交战。特勒波勒摩斯战死,萨尔佩东受伤被抬走,奥德修斯趁机大肆屠杀吕基亚人,直到赫克托尔赶来救援。

§5.624οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, §5.625οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν §5.626ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
在那里有许多英勇的战士手持长枪伫立,他们将他——尽管他身躯高大、强壮且气宇轩昂—— 从他们面前推开;他被迫退却,身形摇晃。
§5.627ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· §5.628Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε §5.629ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
就这样,他们在激烈的战斗中拼杀;而赫拉克勒斯之子、英勇而高大的特勒波勒摩斯,被强大的命运驱使,去迎战神一般的萨尔佩东。
§5.630οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες §5.631υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, §5.632τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· §5.633Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη §5.634πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
当他们互相走近、面对面走来时,聚云者宙斯的儿子(萨尔佩东)和孙子(特勒波勒摩斯),特勒波勒摩斯首先对他说话,说道: “萨尔佩东,吕基亚人的策士,你有什么必要畏缩在这里,做一个不擅长战斗的人?
§5.635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο §5.636εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν §5.637οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
那些说你是手持埃吉斯的宙斯之子的人是在说谎,因为你远远赶不上那些在先辈时代由宙斯所生的男人们。
§5.638ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην §5.639εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
但是,人们说我的父亲,那勇猛、有着狮子般灵魂的强壮的赫拉克勒斯,又是怎样的人呢?
§5.640ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος §5.641ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν §5.642Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
他曾为了拉奥墨冬的马匹来到这里,仅凭六艘战船和较少的人马,便攻陷了伊利奥斯城,使她的街道荒凉。
§5.643σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
而你却有一颗懦弱的心,你的子民正在消亡。
§5.644οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι §5.645ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, §5.646ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
我不认为你会成为特洛伊人的屏障,即使你从吕基亚走来,即便你十分强大,你也终将被我征服,跨过哈德斯的门槛。
§5.647τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· §5.648Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν §5.649ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, §5.650ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, §5.651οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
” 吕基亚人的领袖萨尔佩东迎着他回答道: “特勒波勒摩斯,那人的确毁灭了神圣的伊利奥斯,那是因为高贵的拉奥墨冬的愚蠢行径,在对方为他立下汗马功劳时,他竟用粗暴的语言斥责,且不肯交付马匹,而他正是为此从远方赶来。
§5.652σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
至于你,我告诉你,在这里死亡和黑暗的命运将由我亲手带给你。
§5.653ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα §5.654εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
在我的长枪下屈服,你将把荣耀赐予我,把灵魂献给拥有骏马的哈德斯。
§5.655ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος §5.656Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ §5.657ἐκ χειρῶν ἤϊξαν·
” 萨尔佩东这样说道,特勒波勒摩斯举起了白蜡木长枪;就在同一瞬间,两个人的长枪同时从手中飞出。
ὃ μὲν βάλεν αὐχένα μέσσον §5.658Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· §5.659τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
萨尔佩东刺中了他的颈部中央,痛苦的枪尖径直穿透了过去;黑暗的夜幕遮蔽了他的双眼。
§5.660Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ §5.661βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα §5.662ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
但特勒波勒摩斯的长枪也击中了萨尔佩东的左大腿,枪尖奋力向前冲去,擦过了骨头,但他的父亲(宙斯)依然为他挡住了死劫。
§5.663οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι §5.664ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν §5.665ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε §5.666μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη §5.667σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
神一般的战友们将神圣的萨尔佩东抬出战场;那支长枪拖在地上,使他感到沉重,却没有人注意到,也没人想到要将白蜡木枪从他的大腿中拔出来,以便他能够向前迈步,因为他们行色匆匆;他们为了照料他而承受着如此的辛劳。
§5.668Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ §5.669ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς §5.670τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· §5.671μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §5.672ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, §5.673ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
在另一边,胫甲精美的美男子阿开亚人将特勒波勒摩斯抬出战场;高贵的奥德修斯看到了这一幕,他怀着坚忍的心,体内的热血激荡起伏;他随即在心中和灵魂里权衡:是应该继续追击那雷鸣沉沉的宙斯之子,还是应该夺走更多吕基亚人的生命。
§5.674οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν §5.675ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· §5.676τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
然而,对于宽宏大度的奥德修斯来说,命运并未注定让他用锋利的青铜杀死宙斯强壮的儿子;因此,雅典娜使他的心转投向了吕基亚人的大众。
§5.677ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε §5.678Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
在那里他杀死了科伊拉诺斯、阿拉斯托尔和克罗米奥斯,以及阿尔坎德罗斯、哈利奥斯、诺埃蒙和普里塔尼斯。
§5.679καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς §5.680εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· §5.681βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ §5.682δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι §5.683Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· §5.684Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς §5.685κεῖσθαι, ἀλλʼ ἐπάμυνον·
若不是伟大的、头盔闪亮的赫克托尔敏锐地注意到,高贵的奥德修斯还会杀死更多的吕基亚人;赫克托尔身披闪亮的青铜铠甲穿行在前锋中,给达那奥斯人带来恐惧;宙斯之子萨尔佩东见他走近,心中大喜,对他吐露了哀戚之辞: “普里阿摩斯之子啊,千万不要让我躺在这里成为达那奥斯人的猎物,救救我吧;在此之后,哪怕生命在你们的城邦里离我而去也无妨。
ἔπειτά με καὶ λίποι αἰὼν §5.686ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε §5.687νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν §5.688εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
因为我似乎不可能回到我亲爱的祖国,回到我的家园,去让我亲爱的妻子和年幼的儿子欢欣了。
§5.689ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, §5.690ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα §5.691ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
” 他这样请求,但头盔闪亮的赫克托尔并没有回答他,而是急匆匆地飞奔过去,企图以最快的速度击退阿耳戈斯人,夺走更多人的生命。
§5.692οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι §5.693εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
神一般的战友们将神圣的萨尔佩东安放在手持埃吉斯的宙斯的精美栎树之下。

词汇与语法注释

  1. 5.631υἱός θʼ υἱωνός τε — 表示与宙斯的亲属关系对比:这里的“儿子”(υἱός)指宙斯的直系之子萨尔佩东,“孙子”(υἱωνός)指宙斯之子赫拉克勒斯之子特勒波勒摩斯。
  2. 5.634ἀδαήμονι φωτί — 与之格形容词短语,与前一行修饰 `τοι`(你)的虚拟分词 `ἐόντι` 同格。整体结构用以嘲讽萨尔佩东的懦弱:“作为一个不擅长战斗的人,你为何退缩在这里?”
  3. 5.638βίην Ἡρακληείην — 荷马史诗特有的委婉表达(迂言法),字面意思是“赫拉克勒斯的力量”,实际指“强壮的赫拉克勒斯”本人。在此句中作为 `φασι` 之后不定式句 `εἶναι` 的逻辑主语(宾格)。
  4. 5.666ὄφρʼ ἐπιβαίη — 由表示目的的连词 `ὄφρα` 引导的希求语气从句。主语是萨尔佩东,表示“为了使他能向前迈步(或登上战车)”的意图。
  5. 5.679καί νύ κʼ ἔτι πλέονας ... εἰ μὴ — 虚拟语气(与过去事实相反的条件句结构)。归结从句使用语气助词 `κέν`(`κʼ`)及直说过去时(`κτάνε`),条件从句使用 `εἰ μή` 及直说过去时(`νόησε`),表示“若非赫克托尔发觉,奥德修斯本已杀死了更多人”的紧迫假设。

引用这一段

荷马, 伊利亚特 §5.624-5.693. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.624-5.693

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。