§5.624οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, §5.625οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν §5.626ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
There many brave men stood, holding their spears, who pushed him, great though he was, and mighty, and lordly, away from themselves; and he, shrinking back, was shaken.
§5.627ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· §5.628Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε §5.629ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
Thus they were toiling in the mighty combat; but Tlepolemus, the brave and tall son of Heracles, was urged by strong fate against godlike Sarpedon.
§5.630οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες §5.631υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, §5.632τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· §5.633Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη §5.634πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
And when they had come near, going against each other, the son and the grandson of cloud-gathering Zeus, Tlepolemus was the first to speak to him, saying: "Sarpedon, counselor of the Lycians, what necessity is there for you to cower here, being a man unskilled in battle?
§5.635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο §5.636εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν §5.637οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
They speak falsely who say that you are the son of aegis-bearing Zeus, since you fall far short of those men who were begotten of Zeus in the times of earlier men.
But of what sort do they say was the mighty Heracles, my father, bold-hearted, with the soul of a lion?
§5.640ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος §5.641ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν §5.642Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
He once came here for the sake of the horses of Laomedon, with only six ships and with fewer men, and sacked the city of Ilios, and made her streets desolate.
§5.643σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
But yours is a cowardly heart, and your people are perishing.
§5.644οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι §5.645ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, §5.646ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. §5.647τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· §5.648Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν §5.649ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, §5.650ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, §5.651οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
I do not think you will be a defense to the Trojans, though you have come from Lycia, not even if you are very strong, but that, vanquished by me, you will pass through the gates of Hades." And Sarpedon, leader of the Lycians, spoke to him in answer: "Tlepolemus, surely he destroyed sacred Ilios through the folly of the lordly man Laomedon, who answered him with harsh words when he had done him good service, and did not give him the horses for whose sake he had come from afar.
§5.652σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν §5.653ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα §5.654εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. §5.655ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος §5.656Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ §5.657ἐκ χειρῶν ἤϊξαν·
But for you, I tell you that here death and black fate will be wrought at my hands, and that, vanquished under my spear, you will give glory to me, and your soul to Hades of the famous steeds." So spoke Sarpedon, and Tlepolemus raised his ashen spear; and at the same moment the long spears flew from the hands of both.
ὃ μὲν βάλεν αὐχένα μέσσον §5.658Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· §5.659τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
Sarpedon struck him in the middle of the neck, and the painful spearpoint went right through; and dark night covered his eyes.
§5.660Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ §5.661βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα §5.662ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
But Tlepolemus had struck Sarpedon's left thigh with his long spear, and the spearpoint rushed through eagerly, grazing the bone, but his father still warded off destruction.
§5.663οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι §5.664ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν §5.665ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε §5.666μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη §5.667σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
Then his noble companions carried godlike Sarpedon out of the fight; and the long spear dragged, weighing him down, yet no one noticed or thought of pulling the ashen spear out of his thigh so that he might step forward, because of their haste; such toil did they have in caring for him.
§5.668Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ §5.669ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς §5.670τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· §5.671μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §5.672ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, §5.673ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
And on the other side the well-greaved Achaeans carried Tlepolemus out of the fight; and noble Odysseus saw it, having a steadfast heart, and his spirit within him was stirred; and then he pondered in his mind and heart whether he should pursue further the son of loud-thundering Zeus, or whether he should take away the life of more Lycians.
§5.674οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν §5.675ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· §5.676τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
But it was not fated for great-hearted Odysseus to slay the mighty son of Zeus with his sharp bronze; therefore Athena turned his heart toward the multitude of the Lycians.
§5.677ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε §5.678Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
There he slew Coeranus, Alastor, and Chromius, and Alcandrus, Halius, Noemon, and Prytanis.
§5.679καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς §5.680εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· §5.681βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ §5.682δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι §5.683Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· §5.684Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς §5.685κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν §5.686ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε §5.687νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν §5.688εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. §5.689ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, §5.690ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα §5.691ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
And now noble Odysseus would have slain yet more of the Lycians, had not great Hector of the gleaming helmet quickly noticed it; and he went through the foremost fighters, armed in gleaming bronze, bringing terror to the Danaans; and Sarpedon, son of Zeus, rejoiced as he approached, and spoke a piteous word to him: "Son of Priam, do not leave me to lie here as a prey to the Danaans, but bring me aid; and then let life leave me in your city, since I was not fated, it seems, to return home to my dear fatherland to gladden my dear wife and my infant son." So he spoke, but Hector of the gleaming helmet answered him not, but flashed past, eager with all speed to drive back the Argives and take away the life of many.