§5.483ἀνδρὶ μαχήσασθαι·
与敌交战。
ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον §5.484οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· §5.485τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις §5.486λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
然而,我在这里并无任何此类之物,那些阿开亚人所能夺走或赶走的财产;而你却只管站着,甚至不命令其他军士驻守并保护自己的妻子。
§5.487μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου §5.488ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· §5.489οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
唯恐你们如同被落入尽收一切的网罗中一般,成为敌人的猎物和掠夺品;他们很快就会彻底毁灭你们那座居民殷庶的城池。
§5.490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ §5.491ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων §5.492νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
而你必须日夜操心这一切,哀求那些名扬远方的盟军首领们,坚持不懈地坚守,以此消除对你的严厉斥责。
§5.493ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· §5.494αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, §5.495πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ §5.496ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
” 萨耳珀冬如此说罢,这番话刺痛了赫克托尔的心灵;他立刻披挂着铠甲,从战车上跳落到地面,挥舞着锋利的双枪,在全军中四处奔走,鼓舞他们交战,激起了可怕的厮杀声。
他们转身列阵,迎面抵挡阿开亚人;阿耳戈斯人紧密团结,坚守阵地,毫不畏惧。
§5.499ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς §5.500ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ §5.501κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, §5.502αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ §5.503λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν §5.504οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων §5.505ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
正如在神圣的打谷场上,当人们扬谷时,金发德墨忒尔趁着刮起的风,将谷物与谷壳分开,堆积的谷壳变得一片洁白;当时阿开亚人也是如此,被尘土覆盖而头顶发白,那尘土是由马蹄扬起在青铜的虚空之中,当时马匹再次混战,战车御者们驱使着战车折转。
§5.506οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα §5.507θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων §5.508πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς §5.509Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει §5.510Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην §5.511οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
他们直挺挺地使出双臂的力量交战;而狂暴的阿瑞斯用黑夜笼罩了战场,以在战斗中帮助特洛伊人,他四处奔忙,执行着手持金剑的福玻斯·阿波罗的叮嘱,阿波罗曾命令他激发起特洛伊人的斗志,因他看见帕拉斯·雅典娜已经离去;因为她正是达奈人的一位助力者。
随后,阿波罗亲自从丰裕的密室中送出埃奈亚斯,并向这位子民的牧者的胸中注入了力量。
§5.514Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, §5.515ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα §5.516καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
埃奈亚斯回到了他的战战友身旁;他们皆大欢喜,见他活着且完好无损地走来,并且拥有着强大的力量;然而,他们却什么也没有询问。
§5.517οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν §5.518Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
因为银弓之神、杀人如麻的阿瑞斯以及狂热不息的争端女神所激起的另一重艰辛,并不容许他们多问。
§5.519τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης §5.520ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ §5.521οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, §5.522ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων §5.523νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν §5.524ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων §5.525ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα §5.526πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· §5.527ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
与此同时,两位埃阿斯、奥德修斯和迪奥墨德斯督促达奈人作战;而达奈人们自身既不惧怕特洛伊人的猛烈攻势,也不惧怕他们的冲击,而是坚守着,犹如克罗诺斯之子在无风之时停留在高耸的山巅之上的云朵一般静止不动,趁着玻瑞阿斯和其它狂风的力量还在沉睡,这些狂风一旦吹拂,便会用尖厉的劲风吹散阴暗的云层;达奈人就是这样坚定地抵挡特洛伊人,绝不退缩。
§5.528Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· §5.529ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, §5.530ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· §5.531αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· §5.532φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
阿特柔斯之子在人群中穿梭,频频下令: “朋友们,表现得像个男子汉,怀有一颗勇敢的心,在激烈的交战中彼此看重名誉;看重名誉的人中,得救生还者多于战死者;而对于逃跑的人,既无名誉可言,也无任何出路。
” 他说罢,迅速投出长枪,击中了排在前列的勇士—— 宽宏大度的埃奈亚斯的高尚战友—— 培尔加索斯之子德伊科翁。
特洛伊人敬重他如同敬重普里阿摩斯的子嗣一般,因为他总是敏捷地在最前列交战。
§5.537τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· §5.538ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, §5.539νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· §5.540δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
统治者阿伽门农用长枪击中了他的盾牌;盾牌未能阻挡枪尖,青铜枪头穿透过去,穿过腰带刺入了他的下腹部;他轰然倒地,身上的铠甲随之发出铿锵之声。
§5.541ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους §5.542υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, §5.543τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ §5.544ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο §5.545Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, §5.546ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· §5.547Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, §5.548ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, §5.549Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
随后,埃奈亚斯杀死了达奈人中的精兵强将—— 迪奥克勒斯的双子克雷同与奥耳西洛科斯,他们的父亲居住在建造精良的培雷,家资殷实,而他的祖先出自阿尔斐奥斯河,该河宽阔地流经皮洛斯人的土地,他孕育了奥尔提洛科斯,使其成为多人的君王;奥尔提洛科斯孕育了宽宏大度的迪奥克勒斯,而从迪奥克勒斯那里,诞生了一对孪生子,即克雷同与奥耳西洛科斯,他们深谙各种战斗技巧。