“他被某个精通弓术的人射中,无论是特洛伊人还是吕基亚人,那人赢得了荣耀,却留给我们悲伤。
§4.208ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· §4.209βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
” 他这样说,激起了马哈翁胸中的斗志;他们二人穿行在人群中,走过阿开亚人宽广的营地。
§4.210ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος §4.211βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι §4.212κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
当他们来到金发的梅涅劳斯负伤的地方时,所有首领都围着他聚成一圈,那神一样的男子站在他们中间。
§4.213αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· §4.214τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
他立刻从紧贴身体的腰带中拔出箭矢;在拔出时,锋利的倒钩向后折断了。
他解开了他闪亮的腰带,以及下面的裙甲和铜匠们制作的腹带。
§4.217αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, §4.218αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς §4.219πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
当他看到那支带毒的箭刺入的伤口时,他吸出伤口里的血,凭着精湛的医术,撒上温和的药草,那是喀戎出于好意,曾赠予他父亲的药草。
§4.220ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, §4.221τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· §4.222οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
正当他们忙着照料善于呐喊的梅涅劳斯时,与此同时,手持盾牌的特洛伊人的队伍已经逼近;他们便重新穿上铠甲,心中想起了战斗。
§4.223ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον §4.224οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, §4.225ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
那时,你绝不会看到高贵的阿伽门农懈怠,也不会看到他退缩,或者不愿战斗,而是看到他急切地奔向那能为男子汉带来荣耀的战场。
§4.226ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· §4.227καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας §4.228Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· §4.229τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν §4.230γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· §4.231αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
因为他放下了马匹和饰有青铜的战车;他的侍从,托勒密之子、佩赖俄斯之孙欧律梅冬,在一旁拉着气喘吁吁的马匹;阿伽门农对他严厉吩咐,无论何时,只要他在指挥众人时手脚疲惫,就要立刻把车驾送到他身边;而他自己则步行穿梭在战士们的行列之中。
§4.232καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, §4.233τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· §4.234Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· §4.235οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, §4.236ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο §4.237τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, §4.238ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα §4.239ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
无论看到哪一个驾驭骏马的达那俄斯人奋勇向前,他都会走上前去,用言语大加鼓励: “阿耳戈斯人啊,千万不要放松你们猛烈的斗志;因为天父宙斯绝不会帮助说谎的人,相反,那些首先践踏誓约、加害他人的人,兀鹰必将吞食他们鲜嫩的血肉,而我们则会把他们亲爱的妻子和年幼的孩子载入我们的船中,等我们攻陷了他们的城池。
§4.240οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, §4.241τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· §4.242Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
” 而一看到有人在可恨的战争中退缩,他就用愤怒的话语严厉地斥责他们: “只配用弓箭的、耻辱的阿耳戈斯人啊,难道你们不知羞耻吗?
§4.243τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
你们为什么像小鹿一样,呆呆地站在这里?
§4.244αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι §4.245ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
它们在辽阔的平原上奔跑累了,就停步站立,心中毫无斗志。
§4.246ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
你们就像这样呆立着,不愿去战斗。
§4.247ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες §4.248εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, §4.249ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
莫非你们在等特洛伊人逼近,直到我们的拥有美丽船尾的战船在灰白色的大海边排列的地方,好看一看克罗诺斯之子是否会向你们伸出保护之手?
§4.250ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· §4.251ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
” 他就这样指挥着,巡视着战士们的行列;他在穿过战士人群时,来到了克里特人那里。
§4.252οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· §4.253Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, §4.254Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
他们在骁勇的伊多梅纽斯周围披甲整装;伊多梅纽斯在最前线,勇猛如野猪,梅里奥内斯则在后方激励着最后方的方阵。
§4.255τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §4.256αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· §4.257Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων §4.258ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ §4.259ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον §4.260Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
见此情景,人类之王阿伽门农十分欣喜,立刻用温和的语言对伊多梅纽斯说道: “伊多梅纽斯啊,在驾驭骏马的达那俄斯人中,我最器重你,无论是在战争中,还是在其他事务中,亦是在宴席上,当阿耳戈斯的首领们在混酒器中调制献给长者们的闪耀美酒之时。
§4.261εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ §4.262δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ §4.263ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
因为即使其他留长发的长发阿开亚人喝的是分配好的定额,而你的杯子却总是满的,就像我的一样,只要你心里想喝,随时都可以喝。
§4.264ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
站起来战斗吧,展现出你昔日所自负的英勇!
§4.265τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· §4.266Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος §4.267ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· §4.268ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς §4.269ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν §4.270Τρῶες·
” 克里特人的领袖伊多梅纽斯回答他道: “阿特柔斯之子,我必将成为你极其忠实的盟友,正如我最初所承诺并点头应允的那样;但去激励其他留长发的长发阿开亚人吧,好让我们尽速战斗,因为特洛伊人已经背弃了誓约。
τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω §4.271ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
死亡和灾难此后必将降临在他们身上,因为他们首先违背了誓约,加害了他人。 ”