Humanitext Reader

荷马 · 伊利亚特 §3.66-3.131

帕里斯提议决斗与伊里斯报信海伦

第 23 段,共 226 段 · 希腊语

内容简介

帕里斯提议通过与梅涅劳斯的决斗来结束战争,赫克托尔将这一提议转达给两军,两军因和平有望而欣喜。与此同时,彩虹女神伊里斯拜访海伦,向她告知即将进行的决斗。

§3.66ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
神们自愿赐予的一切,无人能凭一己之私欲夺取。
§3.67νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, §3.68ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, §3.69αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον §3.70συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· §3.71ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, §3.72κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
如今,如果你想让我去参与战争并厮杀,就让其他特洛伊人和所有的阿开亚人都坐下,而让我和蒙阿瑞斯眷顾的梅涅劳斯在中间,为了海伦和所有的财产进行决斗;我们中无论哪一个获胜并证明自己更强,就让他安然收下所有的财产和那个女人,带回他的家园。
§3.73οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες §3.74ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων §3.75Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
而你们其他人,在缔结了友谊和神圣的誓约之后,愿你们居住在肥沃的特洛伊,而让他们返回牧马的阿耳戈斯和美女如云的阿开亚。
§3.76ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας, §3.77καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας §3.78μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
” 他这样说,赫克托尔听了这番话大为高兴,他走到两军中间,按捺住特洛伊人的方阵,横握着长枪的中部;于是他们都坐了下来。
§3.79τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ §3.80ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
然而,长发披肩的阿开亚人却开始瞄准他拉弓,试图用箭射击他,并投掷石块。
§3.81αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §3.82ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
但是,人众之王阿伽门农大声呼喊道: “停下,阿耳戈斯人! 不要投掷,阿开亚的青年们!
§3.83στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
因为头盔闪亮的赫克托尔似乎要宣告什么。
§3.84ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο §3.85ἐσσυμένως·
” 他这样说,他们便停止了战斗,并安静下来,迅速地。
Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· §3.86κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ §3.87μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
赫克托尔在两军之间开口说道: “听我诉说,特洛伊人和披精美胫甲的阿开亚人,那因他而挑起争端之亚历山大的提议。
§3.88ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς §3.89τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, §3.90αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον §3.91οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
他让其他特洛伊人和所有的阿开亚人在哺育万物的土地上放下精美的盔甲,而让他自己和蒙阿瑞斯眷顾的梅涅劳斯在中间,仅由他们两人为了海伦和所有的财产进行决斗。
§3.92ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται §3.93κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
我们中无论哪一个获胜并证明自己更强,就让他安然收下所有的财产和那个女人,带回他的家园。
§3.94οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
而我们其余的人,则缔结友谊和神圣的誓约。
§3.95ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
” 他这样说,所有的人都陷入了静默。
§3.96τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· §3.97κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
对他们,那善于呐喊的梅涅劳斯也开口说道: “现在也请听我说;因为痛苦最深地降临在我的心头。
§3.98θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη §3.99Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε §3.100εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
我认为阿开亚人和特洛伊人现在该当分离,因为你们已经承受了许多苦难,为了我的争端,以及因亚历山大所引起的祸端。
§3.101ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται §3.102τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
而我们之中,死期与命运注定的那个人就让他死去;至于其他人,请尽速分离。
§3.103οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, §3.104Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
带羊羔来,一只白色的公羊和一只黑色的母羊,献给大地和太阳;至于宙斯,我们将带来另一只。
§3.105ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ §3.106αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, §3.107μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
并请来普里阿摩斯的威严,让他亲自缔结誓约,因为他的儿子们傲慢无礼且不可信赖,免得有人因越轨行为而破坏了宙斯的誓约。
§3.108αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· §3.109οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω §3.110λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
年轻人的心总是飘忽不定;而长者若参与其中,他能前瞻后顾,好让双方都能得到最完美的结局。
§3.111ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε §3.112ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
” 他这样说,阿开亚人和特洛伊人都大为高兴,希望能够从痛苦的战争中得到解脱。
§3.113καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί, §3.114τεύχεά τʼ ἐξεδύοντο·
他们把战马勒停在队列中,自己走下战车,脱下盔甲。
τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ §3.115πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
他们把这些盔甲放在地上,彼此挨得很近,相互之间只有少许空地。
§3.116Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε §3.117καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· §3.118αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων §3.119νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν §3.120οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
赫克托尔迅速向城里派去两名使者,去带回羊羔并请来普里阿摩斯;而阿伽门农王则派出塔尔提比奥斯前往空心的船只,并命令他带回一只羊羔;他没有违抗高贵的阿伽门农的命令。
§3.121Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν §3.122εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, §3.123τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων §3.124Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
与此同时,伊里斯给白臂的海伦当使者走来,她化身为她的姑嫂,即安特诺尔之子的妻子,也就是统治者赫利卡翁所娶的、普里阿摩斯诸女中容姿最美的拉奥狄刻。
§3.125τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε §3.126δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους §3.127Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, §3.128οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
她发现海伦在堂屋里;海伦正在织一件宽大的双层紫色外套,并在上面绣着许多争斗,那是驯马的特洛伊人和披铜甲的阿开亚人之间,因她之故而在阿瑞斯的手中承受的苦难。
§3.129ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· §3.130δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι §3.131Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
捷足的伊里斯站在她身边,对她说: “到这里来,亲爱的姑娘,来看看神妙的壮举,那是驯马的特洛伊人和披铜甲的阿开亚人之间的,”

词汇与语法注释

  1. §3.70συμβάλετʼ — `συμβάλετε` 的尾音脱落形。第二人称复数不定过去时主动命令式,指向谈判的中介者(如赫克托尔)或双方的领袖。意为“使我们对决”。
  2. §3.73ναίοιτε — 相比于下一行的 `νεέσθων`(第三人称复数命令式),`ναίοιτε` 是第二人称复数祈愿式。这种人称上的不对称表明说话者(帕里斯)直接对特洛伊人(第二人称)说话,而将阿开亚人视为第三人称。
  3. §3.105Πριάμοιο βίην — 意为“普里阿摩斯的威严(力量)”的古典迂回表达,用作对普里阿摩斯国王本人的尊称。在句法上,它是 `ἄξετε` 的直接宾语(宾格)。
  4. §3.109οἷς δʼ ὁ γέρων μετέῃσιν — 带有与格关系代词 `οἷς` 和虚拟式 `μετέῃσιν`(省略了 `ἄν`)的一般条件关系从句。意为“在有长者参与其中的人当中”或“凡是有长者在场的地方”。

引用这一段

荷马, 伊利亚特 §3.66-3.131. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:3.66-3.131

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。