§3.1αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι, §3.2Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς §3.3ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· §3.4αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον §3.5κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων §3.6ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· §3.7ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
可是,当两军各自在首领身边整顿完毕,特洛伊人便如群鸟般,伴着聒噪与喧嚣行进,宛如鹤群在天幕前发出的鸣叫;它们在逃离寒冬和狂暴的骤雨之后,伴着鸣叫飞向大洋河的水流之上,给皮格马利翁人带去杀戮与死亡;它们在黎明时分挑起恶毒的纷争。
另一方面,阿开亚人则静默地行进,胸中吐纳着斗志,他们在心中热切渴望着彼此援助。
§3.10εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην §3.11ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, §3.12τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν· §3.13ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς §3.14ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
正如南风将大雾笼罩在山峦之巅,这对牧羊人绝无好处,却对夜间的盗贼比黑夜更佳,人能望见的距离不过是投石之远;就在他们行进时,他们的足下扬起了一阵猛烈的尘暴;他们极其迅速地穿过平原。
§3.15οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §3.16Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς §3.17παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα §3.18καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ §3.19πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους §3.20ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
当他们走近,彼此逼近之时,神一样的亚历山大在特洛伊人阵前挑战,他肩披豹皮,背着曲弓和宝剑;他挥舞着两支装有青铜枪尖的枪,向阿耳戈斯人的所有最优秀者挑战,要在可怕的战斗中进行决斗。
§3.21τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος §3.22ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, §3.23ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας §3.24εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα §3.25πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν §3.26σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί· §3.27ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα §3.28ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· §3.29αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
蒙阿瑞斯眷顾的梅涅劳斯一见到他在人群前大步走来,便如同一只狮子偶然遇到一具庞大的野兽尸体,在它饥饿之时,发现了一只长角鹿或是一只野山羊而欢喜;它急切地吞食,纵然迅捷的猎犬和强壮的青年们在后面追赶它;梅涅劳斯双眼看见神一样的亚历山大时也是这般欢喜;因为他以为自己可以惩罚这个罪人;他立刻带着武器,从战车上跳落到地面。
§3.30τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς §3.31ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, §3.32ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
神一样的亚历山大一看见他出现在先锋战士之中,他那亲切的心便受到重创,退回到伙伴们的群中,以躲避死难。
§3.33ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη §3.34οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, §3.35ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, §3.36ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων §3.37δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
犹如有人在山谷深处看见一条蛇而退避,战栗袭遍他的四肢,往后退去,脸色变得煞白;神一样的亚历山大也是这样,因惧怕阿特柔斯之子,重新缩回到高傲的特洛伊人群中。
赫克托尔看见他,用耻辱的言语责备他: “灾难的帕里斯,徒有俊美的外表,好色之徒,骗子!
§3.40αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
愿你从未出生,或者在结婚前便已死去!
我确实宁愿如此,这也会比现在这样成为他人的耻辱和白眼要好得多。
§3.43ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ §3.44φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν §3.45εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
想必那些长发披肩的阿开亚人正大笑不止,以为你是一个卓越的先锋,因为你有着俊美的外表,然而你的心中却毫无力量,也毫无勇气。
§3.46ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι §3.47πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, §3.48μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες §3.49ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων §3.50πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, §3.51δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
难道你就是以这样的面目,乘坐航海的战船航行在海洋上,聚集起忠诚的伙伴,与异邦人交往,将一个美貌的妇人从遥远的土地带走,她是长枪战士们的姻亲,给你父亲、整个城市和全体人民带来巨大的灾难,让你的敌人幸灾乐祸,而让你自己蒙受耻辱?
§3.52οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
难道你不能等候蒙阿瑞斯眷顾的梅涅劳斯吗?
§3.53γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
这样你就会知道你夺走了怎样一位勇士的年轻妻子。
§3.54οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης §3.55ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
你的里拉琴、阿佛洛狄忒的恩赐、你的头发和你的美貌,在你委身于尘土之时,都无法拯救你。
只是特洛伊人太懦弱了;否则,因为你所作的恶行,你早该穿上石头的衣裳。
§3.58τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· §3.59Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν· §3.60αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς §3.61ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ §3.62νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν· §3.63ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
” 神一样的亚历山大回答他说: “赫克托尔,既然你对我的责备合情合理,并无过分之处—— 你的心总是像一把坚韧不拔的斧头,它在凭技艺砍伐造船木材的男子手中,透入木料,并增加了那男子的力量;在你的胸膛中,也是有着这样一颗无畏的心。