§3.132οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα §3.133ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· §3.134οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, §3.135ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
“他们先前曾彼此带来泪水涟涟的战争,在平原上渴望着毁灭性的冲突;而如今他们却静静地坐着,战争已经停止,他们倚着盾牌,长枪在身旁插地立着。
§3.136αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος §3.137μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· §3.138τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
然而亚历山大和蒙阿瑞斯眷顾的梅涅劳斯,将用长枪为了你进行决斗;你将被称作获胜者的爱妻。
§3.139ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ §3.140ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· §3.141αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν §3.142ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα §3.143οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο, §3.144Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· §3.145αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
” 女神这样说着,在海伦的心中唤起甜美的渴望,对她先前的丈夫、城市以及父母的渴望;她立刻用白色的轻纱蒙住头脸,流下温柔的眼泪,急忙走出了卧室,并非独自一人,两位侍女随她同行,即皮特修斯之女埃特拉和牛眼的克吕墨涅;随后她们迅速来到了斯开亚门所在的地方。
§3.146οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην §3.147Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος §3.148Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω §3.149ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, §3.150γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ §3.151ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην §3.152δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· §3.153τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
普里阿摩斯以及他身边的潘托奥斯、提莫伊特斯、兰波斯、克吕提奥斯、阿瑞斯之苗裔希克塔翁,还有同样明智的乌卡勒贡和安特诺尔,这些城邦的长老们正坐在斯开亚门之上,由于年迈,他们早已不再参战,但仍是优秀的演说者,如同栖息在林中树上、发出百合般清脆鸣声的蝉一样;这些特洛伊人的领袖们当时就坐在塔楼上。
§3.154οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, §3.155ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· §3.156οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς §3.157τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· §3.158αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· §3.159ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, §3.160μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
他们一看见海伦朝塔楼走来,便彼此低声交谈,说出长着翅膀的言语: “特洛伊人和披精美胫甲的阿开亚人,为了这样一个女人长期承受苦难,这并没有什么可指责的;在容貌上,她确实惊人地像不朽的女仙;然而,即使她如此美丽,也让她乘船离去吧,免得给我们和我们之后的子孙留下祸害。
§3.161ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ· §3.162δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, §3.163ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· §3.164οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν §3.165οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· §3.166ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς §3.167ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
” 他们这样说着,普里阿摩斯扬声呼唤海伦: “到这里来,我的爱子,坐在我的身前,好让你看见你先前的丈夫、亲族和朋友;你对我没有任何过错,对我而言神明才是罪魁祸首,是他们把阿开亚人这泪水涟涟的战争强加于我;这样你也可以为我指认那边的巨人,告诉我是谁,那个高大魁梧的阿开亚男子。
§3.168ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, §3.169καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, §3.170οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
确实,在个头上还有人比他更高,但我还从未用眼睛见过如此俊美的人,也没有见过如此威严的人;他看起来就像一位君王。
§3.171τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· §3.172αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· §3.173ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο §3.174υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα §3.175παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
” 海伦,女人中的皎皎者,用言语回答他: “亲爱的义父,您对我来说既令人敬畏又让人望而生畏;要是当年我跟随您的儿子来到这里、离开我的新房、我的兄弟、我的爱女和可爱的同伴们时,悲惨的死亡能让我遂愿就好了。
§3.176ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
然而那些事情并未发生;正因如此,我天天流泪,日渐消瘦。
§3.177τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς· §3.178οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, §3.179ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής· §3.180δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.
关于您向我询问和打听的事,我现在就告诉您;那个人就是阿特柔斯之子,宽广统治的阿伽门农,他既是一位优秀的君王,又是一位强大的枪矛武士;他曾是我这个厚颜无耻之人的大伯,如果那段日子确实存在过的话。
§3.181ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε· §3.182ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, §3.183ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
” 她这样说,老人赞叹不已,并开口说道: “啊,幸运的阿特柔斯之子,命运的宠儿,福星高照的人,确实曾有许多阿开亚的青年臣服于你。
§3.184ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, §3.185ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους §3.186λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, §3.187οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο· §3.188καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην §3.189ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· §3.190ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
以前我也曾去过盛产葡萄的弗里吉亚,在那里我见过无数驾驭快马的弗里吉亚战士,即奥特留斯和神圣的米格敦的子民,他们当时正在桑加里奥斯河畔扎营;因为我也曾作为盟友被列在他们之中,就在那与男子匹敌的亚马逊女战士到来的日子;但即使他们,也没有这些目光炯炯的阿开亚人多。
§3.191δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός· §3.192εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί· §3.193μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, §3.194εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
” 接着,老人看见奥德修斯,第二次问道: “来,我亲爱的孩子,也告诉我那个人是谁;他虽然比阿特柔斯之子阿伽门农矮一头,但看去他的肩膀和胸膛却更为宽阔。
§3.195τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, §3.196αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
他的盔甲放在哺育万物的大地上,他自己却像一只公羊在男子的队列中巡视;我真要把他比作一只毛发浓密的公羊。
§3.197ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
”