Humanitext Reader

ホメロス · イリアス §3.198-3.263

アカイア軍諸将の確認とプリアモスの出陣

25 / 226 箇所 · ギリシア語

要旨

ヘレネはプリアモスに対し、オデュッセウス、アイアス、イドメネウスの身元を教え、故郷に残した実の兄弟たちが見当たらないことを嘆く。一方、両軍の間で誓約を交わす儀式の準備が整い、プリアモスはアンテノールを伴って戦車で平原へと赴く。

§3.198ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
「彼は白い羊たちの大きな群れを通り抜けて行くのだ。
§3.199τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
」ゼウスから生まれたヘレネが、彼に答えて言った。
§3.200οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
「あちらはラエルテスの子、智謀に富むオデュッセウスです。
§3.201ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης §3.202εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
彼は、不毛の地でありながらもイタケの国で育ち、あらゆる術策と深い知恵を知る者です。
§3.203τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、賢明なアンテノールが彼女に向かって語りかけた。
§3.204ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
「おお、奥方よ、まことにあなたは真実の言葉を語られました。
§3.205ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς §3.206σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
かつて、高貴なオデュッセウスがここに来たことがあったからです、あなたのための使節として、アレスに愛されたメネラオスとともに。
§3.207τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
私は彼らを我が家に迎え、歓待しました。
§3.208ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
そして二人の体格と、深い知恵を知りました。
§3.209ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν §3.210στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, §3.211ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
しかし、集まったトローアス人たちの中に彼らが交じり合ったとき、立っているときは、メネラオスがその広い肩で抜きん出ていましたが、二人が座っているときは、オデュッセウスのほうが威厳がありました。
§3.212ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον §3.213ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
しかし、彼らがすべての人々のために言葉と策略を織りなす(=語る)とき、メネラオスは淀みなく語り、言葉少なではありましたが、非常に明瞭でした。
§3.214παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος §3.215οὐδʼ ἀφαμαρτοεπής·
彼は多弁ではなく、言葉を誤ることもありませんでした。
ἦ καὶ γένει ὕστερος ἦεν.
年は若かったのですが。
§3.216ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς §3.217στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, §3.218σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, §3.219ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
しかし、智謀に富むオデュッセウスが立ち上がるときは、彼は立ち尽くし、目を大地に留めて、うつむき加減に見つめ、笏を後ろにも前にも動かさず、何も知らない男のように、ただ硬直して持っていました。
§3.220φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
怒り狂った者、あるいはただの愚者のようだと、誰もが思ったことでしょう。
§3.221ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη §3.222καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, §3.223οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
しかし、彼が胸から大音声を放ち、冬の雪片のような言葉を放つと、そのときには、他のいかなる凡夫もオデュッセウスと競うことはできなかったでしょう。
§3.224οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
そのときには、私たちは彼の姿を見て、これほど驚嘆することはなかったでしょう。
§3.225τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
」三番目に、老人はアイアスを見て尋ねた。
§3.226τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε §3.227ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
「では、あちらの、アカイアのもう一人の気高くも偉大な男は誰か、頭一つ分も広い肩も、アルゴス人たちの中で抜きん出ているが。
§3.228τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
」長い衣をまとった、女たちの中で気高いヘレネが彼に答えた。
§3.229οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
「あちらは巨人のアイアス、アカイア人の防壁です。
§3.230Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς §3.231ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
そしてもう一方には、イドメネウスが、クレータ人たちの間で神のように立(=存在し)ており、その周囲にはクレータ人の指導者たちが集まっています。
§3.232πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος §3.233οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
アレスに愛されたメネラオスは、しばしば彼を歓待しました、クレータからやって来たときに、私たちの家で。
§3.234νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, §3.235οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην· §3.236δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
しかし今、私は目を輝かせる他のすべてのアカイア人たちを目にしていますが、私がよく見知り、その名を告げることのできる人々を、二人の、民の指導者たちの姿を見つけることができません。
§3.237Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα §3.238αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
馬を駆るカストルと、拳闘に優れたポリュデウケスを、私と同じ母から生まれた、私の実の兄弟たちを。
§3.239ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, §3.240ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι, §3.241νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν §3.242αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
彼らは愛すべきラケダイモンから従わなかったのでしょうか、あるいは、海を行く船に乗ってここまで従って来たものの、今は、男たちの戦いに加わろうとしないのでしょうか、私に降りかかる、多くの恥辱と非難を恐れて。
§3.243ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα §3.244ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
」彼女はこのように語ったが、生命を育む大地が、すでに彼らを覆っていた、あちらのラケダイモン、愛する故郷の地において。
§3.245κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ §3.246ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης §3.247ἀσκῷ ἐν αἰγείῳ·
一方、伝令たちは市中を巡り、神々への忠実な誓いの品を運んでいた、二頭の小羊と、大地の恵みである、心を快くする葡萄酒を、山羊皮の袋に入れて。
φέρε δὲ κρητῆρα φαεινὸν §3.248κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
また、輝く混酒器を伝令イダイオスが持ち、また黄金の杯も運んでいた。
§3.249ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
そして、彼は老人の傍らに立ち、言葉で促した。
§3.250ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
「お立ちください、ラオメドンの子よ。
§3.251Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων §3.252ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
高貴な者たちが呼んでおります、馬を駆るトローアス人と、青銅の鎧をまとったアカイア人の、平原へと下り、忠実な誓いを行う(=結ぶ)ために。
§3.253αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος §3.254μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
アレクサンドロスとアレスに愛されたメネラオスは、長い槍をもって、女を巡って戦うでしょう。
§3.255τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
そして、勝利した者に、女と財宝が従うことになるでしょう。
§3.256οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες §3.257ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται §3.258Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
他の者たちは、友情と忠実な誓いを結び、私たちは肥沃なトロイアに住み、彼らは帰って行くでしょう、馬を養うアルゴス、そして美女多きアカイアの地へと。
§3.259ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
」彼はこのように語り、老人は身震いした。
§3.260ἵππους ζευγνύμεναι·
そして部下たちに命じた、馬に軛をかけるように。
τοὶ δʼ ὀτραλέως ἐπίθοντο.
彼らは敏速に従った。
§3.261ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
プリアモスは車に乗り、手綱を後ろに引いた。
§3.262πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
彼の傍らで、アンテノールが美しい戦車に乗り込んだ。
§3.263τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
二人はスカイア門を通って、平原へと快速の馬を走らせた。

語釈・文法注

  1. §3.210στάντων — 主語となる代名詞(αὐτῶν等)が省略された分詞の属格独立構文(Genitive Absolute)。「彼らが立っているとき」を意味し、直前の「彼らが交じり合ったとき(ἔμιχθεν)」を受ける。
  2. §3.220φαίης κε — 2人称単数の潜在希求法(φαίης + 小辞 κε = ἄν)。「あなたなら〜と言っただろう、思っただろう」という、一般の観察者(読者)を想定した潜在表現である。
  3. §3.224ὧδʼ — 「これほど(彼に圧倒されたほど)には」という意味の副詞。外見(εἶδος)に対する驚嘆(ἀγασσάμεθʼ)の程度を、彼の雄弁さを聞いた後の驚嘆と比較している。

この箇所を引用する

ホメロス, イリアス §3.198-3.263. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:3.198-3.263

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。