Humanitext Reader

ホメロス · イリアス §3.1-3.65

パリスの逃亡とヘクトルによる叱責

22 / 226 箇所 · ギリシア語

要旨

両軍が整列して進み出る中、トローアス人の先頭に現れたパリスは、対峙するメネラオスを見て恐れをなし退却する。その臆病さを兄ヘクトルから激しく非難されると、パリスは非難を甘んじて受け入れる。

§3.1αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι, §3.2Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
しかし、各々が指揮官たちとともに整列させられたとき、トローアス人たちは、鳥たちのように、叫びと騒音をあげて進んだ。
§3.3ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
あたかも天の前に沸き起こる鶴の叫びのように。
§3.4αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον §3.5κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων §3.6ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
彼女たちは冬と凄まじい大雨から逃れると、叫び声をあげてオーケアノスの流れの上を飛び、ピュグマイオスたちの男たちに殺戮と死をもたらす。
§3.7ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
そして朝早くに、彼女たちは邪悪な争いを引き起こす。
§3.8οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ §3.9ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
一方、アカイア人たちは闘志をみなぎらせて、静かに進んだ、心から互いを助け合うことを熱望して。
§3.10εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην §3.11ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, §3.12τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
あたかも南風が山の頂に霧を注ぎかけるときのように、それは羊飼いには全く好ましくないが、夜の泥棒には夜よりも都合がよく、人は石を投げる距離ほど先しか見通せない。
§3.13ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
そのように、進んでいく彼らの足の下から、激しい砂塵が舞い上がった。
§3.14ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
そして彼らは極めて速やかに平野を横切っていった。
§3.15οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §3.16Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς §3.17παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα §3.18καὶ ξίφος·
彼らが互いに近づき、間近に迫ったとき、トローアス人たちの先頭に立って、神に似たアレクサンドロスが戦いを挑んだ、豹の皮を肩にかけ、曲がり弓と剣を帯びて。
αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ §3.19πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους §3.20ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
さらに、青銅の刃先が尖った二本の槍を振りかざしながら、彼はアルゴス人のすべての勇士たちに挑戦した、恐ろしい一騎打ちの戦いにおいて、正面から戦おうではないかと。
§3.21τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος §3.22ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, §3.23ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας §3.24εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
アレスに愛されたメネラオスが、彼が群衆の前に大股で歩み出てくるのを認めると、あたかもライオンが、大きな獲物に出くわして喜ぶように、飢えているときに、角のある鹿か野生の山羊を見つけて。
§3.25πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν §3.26σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
彼はそれを貪り食うのだ、たとえ彼をば素早い犬たちや頑強な若者たちが追い立てようとも。
§3.27ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα §3.28ὀφθαλμοῖσιν ἰδών·
そのようにメネラオスは、神に似たアレクサンドロスをその目で見て喜んだ。
φάτο γὰρ τίσεσθαι ἀλείτην·
罪人を罰することができると思ったからである。
§3.29αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
彼は直ちに武具を帯びたまま、戦車から地面へと飛び降りた。
§3.30τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς §3.31ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, §3.32ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
神に似たアレクサンドロスは、彼が先頭の戦士たちの中に現れたのを見ると、自身の心を打ち砕かれ、死の運命を避けて、再び戦友たちの群れの中へと退いた。
§3.33ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη §3.34οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, §3.35ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, §3.36ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων §3.37δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
あたかも、誰かが山林の谷間で蛇を見て、後ずさりして退き、震えがその手足を襲い、再び退き退却し、青ざめた色がその両頬を覆うように、そのように、アトレウスの息子を恐れて、神に似たアレクサンドロスは、誇り高きトローアス人たちの群れの中へと再び潜り込んだ。
§3.38τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
ヘクトルはこれを見て、彼を恥ずべき言葉で非難した。
§3.39Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
「災いのパリスよ、容姿だけは優れ、女に狂い、人を欺く者よ。
§3.40αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
お前など生まれてこないか、あるいは結婚する前に死んでいればよかったものを。
§3.41καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν §3.42ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
私はそれを望んだだろうし、またその方がずっとマシであったろう、このように他人の恥辱となり、蔑みの的となるよりは。
§3.43ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ §3.44φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν §3.45εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
きっと、髪を長く伸ばしたアカイア人たちは大笑いしていることだろう、お前が容姿端麗だからといって、優れた先頭の戦士だと思っていたのに、その心には力も、何の勇気もないのだからな。
§3.46ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι §3.47πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, §3.48μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες §3.49ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων §3.50πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, §3.51δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
お前はこのような者でありながら、海を渡る船に乗って海を航海し、誠実な戦友たちを集め、異国の者たちと交わり、美しい女を連れ去ってきたのか、遠い土地から、槍持つ戦士たちの親族たる女を、お前の父親にとっても、都市全体にとっても、人民全員にとっても大きな災いとなり、敵にとっては喜び、お前自身にとっては恥辱となる者を?
§3.52οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
アレスに愛されたメネラオスを待ち受けて戦うことはできなかったのか。
§3.53γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
そうすれば、お前がいかなる男の若々しい妻を奪っているか知ることになったろうに。
§3.54οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης §3.55ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
キタラ琴もお前を助けはしないし、アプロディテの贈りものも、その髪も、その容姿も、お前が塵にまみれるときには役に立たないのだ。
§3.56ἀλλὰ μάλα Τρῶες δειδήμονες·
だが、トローアス人たちは極めて臆病なのだ。
ἦ τέ κεν ἤδη §3.57λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
さもなければ、とっくにお前がしでかした悪行のゆえに、石の衣を着せられていたであろうに。
§3.58τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
」神に似たアレクサンドロスが彼に答えて言った。
§3.59Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
「ヘクトルよ、あなたが私を非難するのはもっともであり、不当ではない。
§3.60αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς §3.61ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ §3.62νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
あなたの心は常に、鍛え上げられた斧のように不屈だ、それは、技術を持って船の木材を切り出す男の手によって材木を切り進み、その男の力を増大させる。
§3.63ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
そのように、あなたの胸の内にある意志は恐れを知らない。
§3.64μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
黄金のアプロディテの愛すべき贈りものを、私に非難しないでくれ。
§3.65οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
神々の栄光ある贈りものは、決して捨てるべきものではないのだから、

語釈・文法注

  1. 3.10εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην... τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν· — εὖτε... から始まる比喩節は、§3.13 の ὣς(そのように)と相関している。霧の中で見通しが効かない様子が、進軍するアカイア軍の足元から立ち上る塵の様子と比較されている。
  2. 3.25εἴ περ ἂν αὐτὸν σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί· — εἴ περ ἄν +接続法は一般的仮定(現在の事実・反復)を表し、ここでは「たとえ〜が追い立てようとも」という譲歩的なニュアンスを含んでいる。主節の現在直説法 κατεσθίει に対応する。
  3. 3.40αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι· — 実現不可能な現在の願望、または過去への後悔を表す構文。αἴθε と欠損動詞 ὄφελον の二人称単数形 ὄφελες に不定詞(ἔμεναι, ἀπολέσθαι)が続くことで、「〜であったならよかったのに(実際はそうではなかった)」という意味になる。
  4. 3.57λάϊνον ἕσσο χιτῶνα — 「石の衣を着る」という表現は、石打ち(lapis)の刑によって死に至ることを指す詩的な比喩。動詞 ἕσσο は ἕννυμι (衣を着せる)の二人称アオリスト中動態(または直説法過去完了)で、条件文の帰結節として ἄν(ここでは κεν)を伴い、反実仮想「(もしトローアス人が臆病でなければ)お前は石の衣をまとっていたであろうに」を表す。

この箇所を引用する

ホメロス, イリアス §3.1-3.65. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:3.1-3.65

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。