Humanitext Reader

荷马 · 伊利亚特 §2.803-2.877

赫克托尔出征与特洛伊军阵名册

第 21 段,共 226 段 · 希腊语

内容简介

在收到伊里斯的警告后,赫克托尔立即解散了集会,并下令特洛伊人及其盟军出城迎敌。随后,名册开始列出特洛伊方及盟国各军的领袖、兵力及其领地。

§2.803πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, §2.804ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· §2.805τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, §2.806τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
因为在普里阿摩斯的伟大城池中,有许多盟军,这些散居各地的人们言语各不相同;让每一个首领向他所统治的人下达命令,整顿好自己的市民并率领他们。
§2.807ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, §2.808αἶψα δʼ ἔλυσʼ ἀγορήν·
她这样说,赫克托尔绝没有忽视女神的话,他立刻解散了集会;人们便向着兵器奔去。
ἐπὶ τεύχεα δʼ ἐσσεύοντο· §2.809πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς §2.810πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
所有的城门都被打开,大军奔涌而出,无论是步兵还是骑兵;巨大的喧嚣腾空而起。
§2.811ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη §2.812ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, §2.813τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, §2.814ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
在城前平原上,有一座孤立的险峻山丘,四周皆可通行,在此处亦在彼处,凡人称它为巴蒂埃亚,而不死的神明则称其为捷步的缪里涅的坟冢。
§2.815ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
就在那时,特洛伊人同其盟军在此排开阵势。
§2.816Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ §2.817Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι §2.818λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
特洛伊人由兜盔闪亮的伟大赫克托尔率领,他是普里阿摩斯之子;与他在一起的,是人数最多、最优秀的战士,他们披挂整齐,渴望挥矛战斗。
§2.819Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο §2.820Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη §2.821Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
达尔达尼亚人则由安喀塞斯的优秀儿子率领,埃涅阿斯,他是由高贵的阿佛洛狄忒为安喀塞斯所生,在伊达的山麓上,女神与一介凡夫同床。
§2.822οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε §2.823Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
他非孤身一人,与他同行的是安忒诺尔的两个儿子,阿耳刻洛科斯和阿卡马斯,他们精通各种战斗。
§2.824οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης §2.825ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο §2.826Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς §2.827Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
那些居住在伊达山最下端山麓的泽雷亚、殷富并饮用埃塞波斯河黑水的人,特洛伊人,他们的领袖又是吕卡翁的显赫之子潘达罗斯,阿波罗亲自将弓箭赠予他。
§2.828οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ §2.829καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, §2.830τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ §2.831υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων §2.832ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε §2.833στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι §2.834πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
那些占有阿德雷斯泰亚和阿派索斯领地、占有皮堤埃亚和泰蕾亚险峻山峦的人,他们的领袖是阿德雷斯托斯和身穿亚麻胸甲的安菲奥斯,他们是佩尔科特人梅罗普斯的两个儿子,梅罗普斯在众人中最精通预言之术,并不允许自己的儿子们走向消灭男儿的战争;然而他们却根本不听从他;因为漆黑死亡的克蕾丝女神正引导着他们。
§2.835οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο §2.836καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, §2.837τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, §2.838Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι §2.839αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
那些居住在佩尔科特和普拉克提奥斯周围、占有塞斯托斯、阿比多斯和高贵的阿里斯贝的人,他们的领袖又是许尔塔科斯之子阿西奥斯——男子中的统帅,许尔塔科斯之子阿西奥斯,马儿将他从阿里斯贝运送而来,那些从塞莱伊斯河而来的高大火红的骏马。
§2.840Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων §2.841τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· §2.842τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, §2.843υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
希波托奥斯率领着以枪矛闻名的佩拉斯戈斯人各部落,即那些居住在肥沃的拉里萨的人;他们的领袖是希波托奥斯和阿瑞斯之苗裔皮莱奥斯,他们是忒乌塔莫斯之子、佩拉斯戈斯人勒托斯的两个儿子。
§2.844αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως §2.845ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
至于色雷斯人,则由阿卡马斯和英雄佩罗奥斯率领,凡是被急流涌动的赫勒斯滂海峡围在内陆的人。
§2.846Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων §2.847υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
欧斐摩斯是手执长枪的奇科涅斯人的首领,他是神明哺育的克阿斯之子特罗伊泽诺斯的儿子。
§2.848αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους §2.849τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, §2.850Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
至于派奥尼亚人,则由皮赖克墨斯率领,他们手执曲弓,来自遥远的阿缪冬,源自宽阔流淌的阿克西奥斯河,阿克西奥斯河,其最美的水流漫洒在大地上。
§2.851Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ §2.852ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, §2.853οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο §2.854ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον §2.855Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
帕夫拉戈尼亚人由普莱梅内斯的毛发浓密之心率领,来自埃内特,那里是野生野骡的产地;这些人占有屈托罗斯并居住在塞萨莫斯周围,在帕耳忒尼奥斯河畔建有显赫的家园居住,还有克罗姆纳、埃吉亚洛斯和高耸的埃律西诺伊。
§2.856αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον §2.857τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
至于哈利佐内斯人,则由奥迪奥斯和埃皮斯特罗福斯率领,来自遥远的阿吕贝,那里是银矿的产地。
§2.858Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· §2.859ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, §2.860ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο §2.861ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
弥西亚人由克罗米斯和鸟卜师恩诺莫斯率领;然而他未能用鸟卜之术避开漆黑的死亡运命,而是丧命于捷足的埃阿科斯之孙手下,在那大河中,彼处阿基琉斯也杀戮了其他特洛伊人。
§2.862Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς §2.863τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
弗里吉亚人则由福耳库斯和神一样的阿斯卡尼奥斯率领,来自遥远的阿斯卡尼亚;他们渴望在战场上厮杀。
§2.864Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην §2.865υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, §2.866οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
迈奥尼亚人则由梅斯特勒斯和安提福斯率领,他们是塔莱梅内斯的两个儿子,由居盖亚湖所生;他们率领着出生在特摩洛斯山下的迈奥尼亚人。
§2.867Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, §2.868οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον §2.869Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· §2.870τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, §2.871Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, §2.872ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη §2.873νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον, §2.874ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο §2.875ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
卡里亚人由纳斯忒斯率领,他们口操蛮音,占有米利都、木叶茂密的普提雷斯山、迈安德罗斯河的流水和米卡勒的陡峭山峰;这些人由阿姆菲马科斯和纳斯忒斯率领,纳斯忒斯和阿姆菲马科斯,乃是诺弥翁的显赫之子,甚至佩戴着黄金去参战,就像一个女孩子,愚蠢的人啊,这黄金一点也没能帮他抵挡悲惨的灭亡,而是丧生于捷足的埃阿科斯之孙手下,在那大河中,而英勇的阿基琉斯夺走了黄金。
§2.876Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων §2.877τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
吕基亚人则由萨耳佩冬和无瑕的格劳科斯率领,来自遥远的吕基亚,源自涡流翻滚的克桑托斯河。

词汇与语法注释

  1. §2.804ἄλλη δʼ ἄλλων γλῶσσα — 此句省略了系动词(如 ἐστί)。代词 ἄλλη 与 ἄλλων 相关联使用,表示“在散居各地的不同人群中(ἄλλων ἀνθρώπων),有着各不相同(ἄλλη)的语言”,用以强调盟军来源的复杂性。
  2. §2.812ἔνθα καὶ ἔνθα — 副词短语 ἔνθα καὶ ἔνθα(“在此处亦在彼处”,即“四面八方”)修饰形容词 περίδρομος(“可环绕的”),说明该山丘在平原上四面空旷,人马可以从任何一侧绕行。
  3. §2.821θεὰ βροτῷ εὐνηθεῖσα — 被动形分词 εὐνηθεῖσα(源自 εὐνάζω,“使同床”)在此处具有主动或中动的语义(“同床、共枕”)。与格 βροτῷ 表示动作所伴随的对象(“与凡人”)。
  4. §2.831περὶ πάντων ᾔδεε μαντοσύνας — 介词 περί 与属格 πάντων 连用,表示比较或超越(“在所有人之上”、“胜过一切人”)。动词 ᾔδεε 是 οἶδα(知道)的史诗过去完成时形式,在此处作未完成过去时使用(“懂得”、“精通”)。
  5. §2.859οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν — 工具与格 οἰωνοῖσιν(“通过鸟卜/飞鸟”)修饰中动过去时动词 ἐρύσατο(“为自己避开/防御”),构成了悲剧性的讽刺,即他的预言之术并未能帮自己逃脱死亡。
  6. §2.872χρυσὸν ἔχων πόλεμον δʼ ἴεν — 关系代词 ὅς 的先行词是 §2.870 中的 Ἀμφίμαχος。分词 ἔχων 表示伴随状态(“戴着/拥有黄金”)。名词带方向后缀 -δε 的 πόλεμον δʼ(即 πόλεμον δέ)表示运动的方向(“奔赴战场”),修饰动词 ἴεν(εἶμι “去” 的史诗未完成过去时形式)。

引用这一段

荷马, 伊利亚特 §2.803-2.877. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.803-2.877

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。