§24.738Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
……在赫克托耳的手下,用牙齿咬住了无尽的大地。
§24.739οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· §24.740τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, §24.741ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας §24.742Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
因为你的父亲在残酷的战斗中决非温和之人;因此,城里的民众都在为他哀悼,赫克托耳啊,你给你的父母留下了无法言喻的哀痛与悲伤;而对我来说,留下的将是最为深重的痛苦。
§24.743οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, §24.744οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ §24.745μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
因为你在临终时,未曾从病榻上向我伸出双手,也未曾对我说过一句贴心的话语,好让我能在流着泪的日日夜夜里永远铭记。
§24.746ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
她哭泣着这样说,妇人们也随之低声抽泣。
§24.747τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· §24.748Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, §24.749ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· §24.750οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
接着,赫卡柏在她们中间带头痛哭: “赫克托耳啊,在我心里,你是我所有孩子中最亲爱的一个;的确,当你活着的时候,你深受神明的喜爱;即使在死亡的命运中,他们也依然关照着你。
§24.751ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς §24.752πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, §24.753ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· §24.754σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, §24.755πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο §24.756Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.
因为捷足的阿基琉斯对于我的其他儿子,凡是他所俘获的,都会卖到荒凉的大海彼岸,卖到萨摩斯、因布罗斯以及雾气昭昭的雷姆诺斯;但当他用长刃的青铜夺去你的生命时,他却无数次地将你拖在他那被你杀死的同伴帕特罗克洛斯的坟墓周围;但即便如此,他也未能让其复活。
§24.757νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι §24.758κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων §24.759οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
如今,你却如露水般滋润、新鲜地躺在我的殿堂里,就像那手持银弓的阿波罗用他那温和的箭矢降临并射杀的人一样。
§24.760ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.
” 她哭泣着这样说,引起了无尽的哀痛。
§24.761τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· §24.762Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, §24.763ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, §24.764ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
随后,海伦作为第三个带头痛哭: “赫克托耳啊,在我心里,你是我所有大伯和叔子中最亲爱的一个;的确,我的丈夫是神一般的小亚历山大,是他把我带到了特洛伊;真希望我在此之前已经死去!
§24.765ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν §24.766ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· §24.767ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· §24.768ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι §24.769δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, §24.770ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, §24.771ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες §24.772σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
因为如今已是我离开那里、告别祖国的第二十个年头了;然而,我从未从你那里听到过一句难听或侮辱的话;相反,如果殿堂里有其他人责备我,无论是我丈夫的兄弟、姐妹,还是他们身着华丽罗裙的妻子,或者是他的母亲——而他的父亲总是像亲生父亲般温和—— 你总会用言语劝解他们,用你善良的心地和温和的话语来抚慰他们。
§24.773τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· §24.774οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ §24.775ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.
因此,我为难过的自己,也为你痛哭,心中满怀悲伤;因为在宽广的特洛伊,再也没有其他人对我温和或友善,所有的人都对我畏惧避之。
§24.776ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.
” 她哭泣着这样说,无尽的民众也随之哀悼。
§24.777λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· §24.778ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ §24.779δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς §24.780πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν §24.781μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
随后,老普里阿摩斯对民众开口说道: “特洛伊人啊,现在把木柴运到城里来,心里不要害怕阿耳戈斯人的严密埋伏;因为阿基琉斯在黑色的船队送我回来时,曾向我许下诺言:在第十二个黎明到来之前,绝不加害于我们。
§24.782ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε §24.783ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
” 他这样说着,人们便在车后套上公牛和骡子,随即在城前聚集起来。
§24.784ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· §24.785ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, §24.786καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, §24.787ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
整整九天,他们运来了无数的木材;但当给凡人带来光明第十个黎明出现时,他们便流着泪,将勇敢的赫克托耳抬了出来,把尸体安放在高高的柴堆顶端,并点燃了火。
§24.788ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §24.789τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
当早生的、玫瑰色手指的黎明女神出现时,民众便在名显的赫克托耳的柴堆周围聚集起来。
§24.790αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο §24.791πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ §24.792πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα §24.793ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε §24.794μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
当他们聚集并会合在一起时,首先用闪光的葡萄酒浇熄了所有燃烧着的部分,凡是火势所及之处;随后,他的兄弟和同伴们一边哭泣,一边收集着白色的骨头,大滴的眼泪顺着他们的脸颊流下。
§24.795καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες §24.796πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
他们将骨头拾起,放入一只黄金的箱子里,用柔软的紫色织物将其覆盖。
§24.797αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε §24.798πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· §24.799ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, §24.800μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
随即,他们将其放入深墓之中,并在上面用紧密排列的大石块铺盖好;他们迅速筑起坟冢,四周都哨兵环伺,免得胫甲精美的美阿开亚人在时间未到之前袭来。
§24.801χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα §24.802εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα §24.803δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
筑好坟冢后,他们便转身离去;随后,他们重新聚集,在 Zeus 抚育的国王普里阿摩斯的府邸里,举行了极为荣耀的宴会。
§24.804ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.
这样,他们为驯马的赫克托耳举行了葬礼。