他这样说着,便抓住老人的右手腕,免得他心中产生恐惧。
§24.673οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο §24.674κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, §24.675αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· §24.676τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
于是,传令官和普里阿摩斯在馆殿的前庭歇息,心头各怀着重重的顾顾;而阿基琉斯则在建造坚固的帐篷深处安睡,美丽的、红颊的布里塞伊斯躺在他的身旁。
§24.677ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ §24.678εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· §24.679ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν §24.680ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα §24.681νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
其他的神明以及披甲乘车的战士们,都整夜被柔和的睡意征服而安睡;唯有带来益处的赫耳墨伊斯未能入睡,他在心中盘算着,如何才能瞒过神圣的卫兵,将普里阿摩斯国王带离船队。
§24.682στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· §24.683ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις §24.684ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.
他伫立在普里阿摩斯的头前,对他开口说道: “老人啊,既然阿基琉斯宽容了你,你竟在敌人中间依然这样安睡,难道你一点也不担心灾祸吗?
§24.685καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· §24.686σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα §24.687παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων §24.688γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
如今你虽付出了极多,赎回了亲爱的儿子;但如果阿特柔斯之子阿伽门农认出你,如果所有的阿开亚人都知晓此事,为了你这条活命,你留在后方的子嗣们恐怕得付出三倍于此的赎金。
§24.689ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.
” 他这样说着,老人感到恐惧,便叫醒了传令官。
§24.690τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, §24.691ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
赫耳墨伊斯为他们套上骏马和骡子,亲自驾车敏捷地穿过军营,没有一个人发觉。
§24.692ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο §24.693Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, §24.694Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, §24.695Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
当他们来到那条由不死之宙斯所生的、水流湍急且漩涡重重的克桑托斯河的渡口时,赫耳墨伊斯便离去,向着高耸的奥林波斯山飞去,而藏红花色罗裙的黎明女神已将晨曦洒满大地。
他们伴着哭泣和呻吟,驱马向城里奔去,骡子载着尸体。
οὐδέ τις ἄλλος §24.698ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, §24.699ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ §24.700Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν §24.701ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· §24.702τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
无论男人还是束着美带的妇人,起初都没有人察觉,唯有那媲美黄金阿佛洛狄忒的卡珊德拉,登上波尔伽摩斯高台,望见了立在车上的亲爱父亲,以及在城中高声宣告的传令官;接着她又看见了躺在骡车卧具上的那个人。
§24.703κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· §24.704ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, §24.705εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι §24.706χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.
于是她大声痛哭,声音传遍了整个城市: “特洛伊的男人们和女人们哪,快来看赫克托耳吧,如果以前在他活着从战场归来时,你们曾欢欣鼓舞;因为他曾是整个城邦和所有民众的莫大欣喜。
§24.707ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ §24.708οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· §24.709ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
” 她这样说着,城里便没有剩下一个男人或女人,因为无法抑制的悲痛袭向了所有人;他们在城门附近迎上了运送尸体的人。
§24.710πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ §24.711τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι §24.712ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.
他的爱妻和尊敬的母亲最先扑向那轮子坚固的车子,抚摸着他的头,揪扯着自己的头发;众人在一旁伫立痛哭。
§24.713καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §24.714Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, §24.715εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· §24.716εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα §24.717ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
若不是那老人在车上对民众发话,他们定会流着泪在城门前为赫克托耳哀悼整整一天,直到太阳落山: “让开一条路,好让骡车过去;等我把他运回府邸之后,你们再尽情痛哭吧。
§24.718ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
” 众人便向两旁让开,给车辆腾出了通道。
§24.719οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα §24.720τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς §24.721θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν §24.722οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
当他们将他迎入名门府邸后,便将他安放在雕镂精美的卧床上,并让那些领唱哀歌的歌手坐在其身旁,歌手们唱着凄凉的哀曲,妇人们也随之低声抽泣。
§24.723τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο §24.724Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· §24.725ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην §24.726λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως §24.727ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω §24.728ἥβην ἵξεσθαι·
在她们中间,白臂的安德罗玛刻带头痛哭,双手捧着杀人无数的赫克托耳的头颅: “夫君啊,你年轻轻地便离开了人世,留下我孤身一人在殿堂里守寡;而我们——不幸的你和我所生的儿子,还只是个婴孩,我不相信他能长大成人。
πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης §24.729πέρσεται·
因为在这之前,这座城市就会被彻底摧毁。
ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν §24.730ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
守护者啊,你已经不在了,曾经是你保卫着城邦,庇护着尊贵的妻子和幼小的孩子。
§24.731αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, §24.732καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ §24.733ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο §24.734ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν §24.735ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
她们不久就会被装上空心的战船,我也在她们之中;而你,我的孩子,要么随我同去,在残酷的主人面前干着粗重的活计,备尝艰辛;要么某个阿开亚人会抓住你,将你从城墙上扔下去,落得凄惨的死亡。
§24.736χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
他一定是因为赫克托耳杀死了他的兄弟,或者父亲,或者儿子而心怀怨恨。
§24.737ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
因为有非常多的阿开亚人……”