§24.738Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
...bit the boundless earth with their teeth under the hands of Hector.
§24.739οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· §24.740τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, §24.741ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας §24.742Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
For your father was not gentle in grievous battle; therefore the people wail for him throughout the city, and you have brought unutterable lamentation and grief upon your parents, Hector; but for me most of all will grievous pains be left.
§24.743οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, §24.744οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ §24.745μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
For in your dying you did not stretch out your hands to me from our bed, nor did you speak any wise word to me, which I might have ever remembered night and day, shedding tears.
§24.746ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
So she spoke weeping, and the women lamented in accompaniment.
§24.747τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· §24.748Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, §24.749ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· §24.750οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
And among them in turn Hecabe led the vehement wailing: "Hector, far dearest of all my children to my heart, truly while you lived you were dear to the gods; and they cared for you even in the doom of death.
§24.751ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς §24.752πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, §24.753ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· §24.754σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, §24.755πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο §24.756Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.
For other of my sons swift-footed Achilles would sell, whomsoever he took, beyond the unresting sea, to Samos and Imbros and Lemnos shrouded in smoke; but when he had taken away your life with the long-edged bronze, many times he dragged you about the tomb of his comrade Patroclus, whom you slew; yet even so he did not raise him up.
§24.757νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι §24.758κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων §24.759οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. §24.760ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.
And now all dewy and fresh you lie for me in the halls, like to one whom Apollo of the silver bow has visited and slain with his gentle shafts." So she spoke weeping, and aroused relentless lamentation.
§24.761τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· §24.762Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, §24.763ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, §24.764ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
And among them then Helen was the third to lead the wailing: "Hector, far dearest of all my husband's brothers to my heart, truly my husband is godlike Alexander, who brought me to Troy; would that I had perished before!
§24.765ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν §24.766ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· §24.767ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· §24.768ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι §24.769δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, §24.770ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, §24.771ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες §24.772σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
For now indeed this is the twentieth year for me since I went thence and have been gone from my native land; yet never yet did I hear from you an evil word or a harsh one; nay, if any other in the halls upbraided me, of my husband's brothers or sisters or his brothers' fair-robed wives, or his mother—but his father was ever gentle as a father— yet you would turn them with words and restrain them by your gentleness of spirit and your gentle words.
§24.773τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· §24.774οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ §24.775ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. §24.776ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.
Therefore I weep at once for you and for my luckless self, grieving in heart; for no longer is there any other in wide Troy gentle or kind to me, but all men shudder at me." So she spoke weeping, and the countless throng lamented in accompaniment.
§24.777λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· §24.778ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ §24.779δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς §24.780πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν §24.781μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. §24.782ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε §24.783ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
And among the folk the old man Priam spoke, saying: "Bring wood now, Trojans, to the city, and fear not in your hearts any close ambush of the Argives; for Achilles in sending me forth from the black ships laid this charge upon me, that he would do us no hurt until the twelfth dawn should come." So he spoke, and they yoked oxen and mules to the wagons, and straightway gathered before the city.
§24.784ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· §24.785ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, §24.786καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, §24.787ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
For nine days they brought boundless store of wood; but when the tenth dawn that brings light to mortals appeared, then indeed they carried forth brave Hector, shedding tears, and laid the dead on the top of the pyre, and cast fire thereon.
§24.788ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §24.789τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
And when early-born, rosy-fingered Dawn appeared, then gathered the folk about the pyre of glorious Hector.
§24.790αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο §24.791πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ §24.792πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα §24.793ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε §24.794μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
But when they were gathered and came together, first they quenched with gleaming wine all the burning, as far as the force of the fire had gone; and thereafter his brothers and comrades gathered the white bones, mourning, and the big tear flowed down their cheeks.
§24.795καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες §24.796πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
And they took them and laid them in a golden chest, wrapping them in soft purple robes.
§24.797αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε §24.798πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· §24.799ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, §24.800μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
And straightway they laid it in a hollow grave, and from above covered it with great stones closely set; and swiftly they heaped the mound, and sentries sat around on every side, lest the well-greaved Achaeans should set upon them before the time.
§24.801χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα §24.802εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα §24.803δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
And when they had heaped the mound, they went back; and thereafter being well gathered together they feasted on a glorious feast in the palace of Priam, the king nurtured of Zeus.
§24.804ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.
Thus they held the funeral of Hector, tamer of horses.