Humanitext Reader

荷马 · 伊利亚特 §24.602-24.670

尼俄柏的例证、二人共餐与休战约定

第 224 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯借用尼俄柏在痛失众子后依然进食的神话劝说普里阿摩斯,两人一同进餐。饭后,阿基琉斯出于安全考虑安排普里阿摩斯在室外歇息,并承诺停战十一天以供举行赫克托耳的葬礼。

§24.602καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, §24.603τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο §24.604ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
因为即使是秀发的尼俄柏也想起了进食,尽管她有十二个孩子在殿堂里夭折,六个女儿,六个风华正茂的儿子。
§24.605τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο §24.606χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα, §24.607οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· §24.608φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς· §24.609τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
儿子们是被阿波罗用银弓射杀的,因为他对尼俄柏怀有愤怒;而女儿们则被喜爱飞矢的阿尔忒弥斯射杀,因为尼俄柏竟与美颊的勒托攀比,称勒托只生了两个,而她自己却生育了众多子嗣;于是那两个神明虽仅有二,却将她的孩子们悉数消灭。
§24.610οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν §24.611κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· §24.612τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
他们在血泊中躺了九天,无人予以埋葬,因为克罗诺斯之子将人们都变成了石头;直到第十天,天上的神明才将他们安葬。
§24.613ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
而她在流干眼泪、疲惫不堪之后,终于想起了食物。
§24.614νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν §24.615ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς §24.616νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, §24.617ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
如今,在荒无人烟的山峦岩石间,在西皮洛斯山,据说那里是女仙们的歇息之所,那些在阿刻罗俄斯河畔翩翩起舞的仙女们,尼俄柏即使化为石头,依然在那儿忍受着神明降下的悲痛。
§24.618ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ §24.619σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα §24.620Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
那么来吧,高贵的老人,我们二人也考虑一下食物吧;此后,你大可重新为亲爱的儿子痛哭,当你将他带回伊利翁时;他定会让你流下无尽的泪水。
§24.621ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς §24.622σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, §24.623μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, §24.624ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
说罢,捷足的阿基琉斯一跃而起,宰杀了一只白色的绵羊;同伴们将它剥皮,井井有条地收拾妥当,熟练地切成小块,穿在铁叉上,精心地烤好,然后将肉全部退下。
§24.625Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ §24.626καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
奥托梅冬拿来面包,盛在美丽的筐子里,散发在桌上;而阿基琉斯则分发肉食。
§24.627οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前准备好的丰盛食物。
§24.628αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §24.629ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα §24.630ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
当他们消除了对饮食的欲望之后,达尔达诺斯之子普里阿摩斯惊奇地注视着阿基琉斯,看他如此魁梧,如此非凡;因为他看上去宛如神明。
§24.631αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς §24.632εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
而阿基琉斯也同样惊奇地注视着达尔达诺斯之子普里阿摩斯,看着他高贵的容貌,聆听着他的谈吐。
§24.633αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, §24.634τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· §24.635λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη §24.636ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· §24.637οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν §24.638ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, §24.639ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω §24.640αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
当他们互相端详并得到充分的满足后,神一般的普里阿摩斯老人首先开口说道: “蒙宙斯养育的人啊,现在请立刻让我躺下,好让我们能够安睡,并在甜美的梦乡中得到慰藉;因为自我的儿子在你的手下丧命以来,我的双眼从未在眼睑下合上过,我只是不断地呻吟,咀嚼着无尽的痛苦,在中庭的围栏里,在泥土和粪便中打滚。
§24.641νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον §24.642λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
直到如今我才品尝了食物,并让那闪光的烈酒流下喉咙;而在此之前,我什么也没有尝过。
§24.643ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε §24.644δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ §24.645πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, §24.646χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
” 他这样说,阿基琉斯便吩咐同伴和女奴们在廊下安放卧具,并铺上美丽的紫色毯子,在上面铺撒绒毯,再在上面放上厚重的斗篷以御寒。
§24.647αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, §24.648αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
女奴们手里拿着火把走出大厅,动作敏捷地迅速铺好了两张床。
§24.649τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §24.650ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν §24.651ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ §24.652βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· §24.653τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, §24.654αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, §24.655καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
捷足的阿基琉斯带着一丝善意的调侃对他说: “亲爱的老人,请在外面歇息吧,免得有阿开亚人的议事官来到这里,他们总是坐在我身旁商议事务,这也是理所当然的;如果他们中有人在漆黑而转瞬即逝的夜里看见你,就会立刻去报告给人民的牧者阿伽门农,这样释放死者的事情就会被拖延。
§24.656ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §24.657ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, §24.658ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
不过,请告诉我这件事,并如实告知:你打算为高贵的赫克托耳举行几天的葬礼,好让我自己也在这段时间留守,并阻挡军队不前?
§24.659τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· §24.660εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, §24.661ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
” 神一般的普里阿摩斯老人随后回答他: “如果你确实愿意让我为高贵的赫克托耳完成葬礼,阿基琉斯,你这样做就是给了我极大的恩惠。
§24.662οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη §24.663ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
因为你深知我们被困在城中,而要从山里运来木材路途遥远,特洛伊人又极其恐惧。
§24.664ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, §24.665τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, §24.666ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, §24.667τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
我们要在殿堂里为他哀悼九天,第十天安葬他,并让民众共享宴席,第十一天我们为他修筑坟冢,第十二天,如果必须的话,我们将重开战端。
§24.668τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· §24.669ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
” 捷足而高贵的阿基琉斯接着回答他: “老普里阿摩斯啊,一切都会照你的吩咐办到;因为我会按照你的要求,在同等的时间里按兵不动。
§24.670σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.

词汇与语法注释

  1. 24.617κήδεα πέσσει — 动词 πέσσω(消化)的隐喻用法,意为“默默忍受”或“在心中咀嚼(痛苦或愤怒)”。这生动地描绘了尼俄柏即使化为石头,仍旧在内心深处承受着神明带来的无尽悲伤。
  2. 24.630ὅσσος ἔην οἷός τε — 由表示感叹的关系代词 ὅσσος(何等高大)与 οἷος(何等非凡)结合而成的间接感叹从句。该结构同时赞叹了阿基琉斯高大魁梧的体魄和其作为半神尊贵神圣的气质。
  3. 24.640κυλινδόμενος κατὰ κόπρον — 分词 κυλινδόμενος(滚转)与介词短语 κατὰ κόπρον(在尘土/粪便中)连用,具体描绘了普里阿摩斯极度的哀恸姿态。这是一种古希腊文学中常见的、带有自虐性质的强烈悲伤表现方式。
  4. 24.649ἐπικερτομέων — 现在分词,意为“嘲弄地”或“带有些许调侃地”。此词表面看似冷酷,实则表现了阿基琉斯在警告普里阿摩斯若被其他阿开亚将领发现将面临真实危险时,所采取的一种看似粗鲁不逊、实则并无恶意的说话态度。

引用这一段

荷马, 伊利亚特 §24.602-24.670. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.602-24.670

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。