§24.602καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
美しい髪のニオベーでさえ、食べ物のことを心に留めたのだ。
§24.603τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
彼女にとっては、館の中で十二人の子供たちが滅びたというのに。
§24.604ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
六人は娘、六人は若さあふれる息子たちであった。
息子たちはアポローンが銀の弓から射て殺したのだ、ニオベーに怒りを抱いて。 また娘たちは矢を喜ぶアルテミスが殺した。
§24.607οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
それはニオベーが、美しい頬のレートーと自分を等しいとみなしたからであった。
§24.608φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
彼女はレートーが二人しか産んでいないと言い、自身は多くを産んだと言ったのだ。
§24.609τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
すると、その二人だけの者たちが、彼女の子供たちをすべて滅ぼしてしまった。
§24.610οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν
彼らは九日の間、血の中に横たわっていた。 葬る者は誰もいなかった。
§24.611κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
クロノスの子が民を石に変えてしまったからである。
§24.612τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
しかし十日目に、天の神々が彼らを葬った。
§24.613ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
そして彼女は、涙を流し疲れたときに、食べ物のことを思ったのだ。
§24.614νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν §24.615ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς §24.616νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, §24.617ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
そして今や、どこかの、人気のない山々の岩の間、シピュロスにおいて、そこには女神たちの、すなわちアケローオス川の周りで活発に舞う、ニンフたちの住処があると言われているが、そこで彼女は石となってもなお、神々から与えられた苦難を耐え忍んでいる。
ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα §24.620Ἴλιον εἰσαγαγών·
そのあとで、あなたは愛する息子のために再び泣くがよい、彼をイリオスへと連れて行った後に。
πολυδάκρυτος δέ τοι ἔσται.
彼はあなたにとって、大いに涙を流させる存在となるだろう。
ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, §24.623μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, §24.624ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
仲間たちは皮を剥ぎ、手際よく準備し、巧みに細かく切り分け、串に刺し、注意深く焼き、そしてすべてを引き抜いた。
アウトメドーンはパンを取って、美しい籠に盛って食卓に配った。
ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
一方、肉はアキレウスが配った。
§24.627οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
彼らは目の前に用意されたごちそうに手を伸ばした。
§24.628αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §24.629ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα §24.630ὅσσος ἔην οἷός τε·
しかし彼らが飲み食いの欲求を満たすと、実にダルダノスの子プリアモスはアキレウスを驚嘆の目で見つめた、いかに彼が巨大で、またいかに優れているかを。
θεοῖσι γὰρ ἄντα ἐῴκει·
彼は神々にそっくりであったからだ。
§24.631αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς §24.632εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
一方、アキレウスもまたダルダノスの子プリアモスを驚嘆の目で見つめた、その立派な姿を見つめ、またその言葉を聞きながら。
§24.633αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, §24.634τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
しかし彼らが互いを見つめ合って十分に満足すると、神のような老プリアモスが、まず彼に話しかけた。
「ゼウスに育まれし人よ、今すぐ私を寝かせてください、そうすれば今すぐにでも私たちは横たわり、甘い眠りを十分に楽しむことができるでしょう。
§24.637οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν §24.638ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
なぜなら、私の瞼の下の目はまだ一度も閉じたことがないからです、私の息子があなたの手によってその命を失って以来。
私はただ絶えず呻き、無数の苦難を耐え忍び、中庭の囲いの中で、泥にまみれて身を転がしていたのです。
今ようやく、私は食べ物を味わい、輝くワインを喉に流し込みました。
πάρος γε μὲν οὔ τι πεπάσμην.
それまでは、何も味わっていなかったのです。
§24.643ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε §24.644δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ §24.645πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, §24.646χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
」彼はそう語り、アキレウスは仲間たちと女奴隷たちに命じた、回廊の下にベッドを置き、美しい紫の敷物を敷き、その上に絨毯を広げ、上から羽織るための、柔らかい外套をその上に置くようにと。
§24.647αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, §24.648αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
女奴隷たちは手に松明を持って館から出て行き、急いで二つのベッドをすぐに整えた。
§24.649τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
すると、足を疾くするアキレウスは、からかいを交えて彼に語りかけた。
§24.650ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
「親愛なる老人よ、外で寝てください、アカイア人の誰かが相談をするためにここに来るかもしれないから。
§24.651ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ §24.652βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
彼らは常に私の傍らに座って相談をする、それが慣わしだからです。
§24.653τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, §24.654αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
もし彼らのうち誰かが、漆黒の速き夜の間にあなたを見つけたら、すぐに人々を牧するアガメムノーンに告げるでしょう。
§24.655καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
そうなれば、遺体の解放が引き延ばされることになりかねません。
§24.656ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
さあ、私にこれを語り、正確に述べてください。
§24.657ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
あなたは何日間、気高きヘクトールの葬儀を行おうと思っているのですか。
§24.658ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
その間、私自身も留まり、軍勢を引き留めておきましょう。
§24.659τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
」神のような老プリアモスが彼に答えた。
§24.660εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, §24.661ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
「もしあなたが、私が気高きヘクトールのために葬儀を執り行うのを望んでくださるなら、アキレウスよ、そうしてくだされば、あなたは私に大変ありがたい計らいをしてくださることになります。
§24.662οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη §24.663ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
というのも、私たちが都の中に閉じ込められており、薪を山から運んでくるには遠く、トロイア人たちもひどく恐れているのを、あなたはご存じだからです。
§24.664ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, §24.665τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, §24.666ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, §24.667τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
九日の間は、私たちは館の中で彼を悼んで泣き、十日目には、彼を葬り、民のために葬儀の宴を開き、十一日目には、彼のために墳墓を築き、そして十二日目には、もしどうしても必要ならば、私たちは戦いましょう。
§24.668τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
」これに対して、駿足の気高きアキレウスが再び答えた。
§24.669ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
「老プリアモスよ、あなたの求める通り、それらもそのようになりましょう。
§24.670σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
あなたが求めるだけの時間、私は戦いを控えましょう。 」