Humanitext Reader

荷马 · 伊利亚特 §24.338-24.403

化身青年的赫耳墨斯与普里阿摩斯相遇

第 220 段,共 226 段 · 希腊语

内容简介

赫耳墨斯奉宙斯之命化身为年轻人,接近在平原上前行的普里阿摩斯和使者。他自称是阿基琉斯的侍从以消除这两人的恐惧,并开始讲述赫克托耳遗体的情况。

§24.338τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.
任何其他达奈人,在你到达佩琉斯之子那里之前。
§24.339ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
他这样说,向导阿耳戈斯诛杀者并未违抗。
§24.340αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα §24.341ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν §24.342ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
随即他把美丽的、神圣而金黄的凉鞋缚在脚底,这鞋带着他,伴随着风的呼吸,掠过湿润的水面,也掠过无垠的大地。
§24.343εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει §24.344ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
他拿起了手杖,用它能使他所希望的人合上双眼,也能唤醒那些正在沉睡的人。
§24.345τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
强有力的阿耳戈斯诛杀者手中紧握着它,展翅飞翔。
§24.346αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, §24.347βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς §24.348πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
很快他便到达了特洛伊和赫勒斯滂,他化身为一个年轻贵族的模样前行,那是刚长出胡须、青春最为美丽的年纪。
§24.349οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, §24.350στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν §24.351ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
且说当他们驾车过了伊罗斯的大墓后,便让骡和马停下来,好在河里饮水;因为此时暮色已经笼罩了大地。
§24.352τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ §24.353Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· §24.354φράζεο Δαρδανίδη·
使者从近处看见了赫耳墨斯,便注意到了他,于是对普里阿摩斯大声说道: “深思吧,达耳达诺斯的子孙!
φραδέος νόου ἔργα τέτυκται.
现在需要慎重考虑。
§24.355ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.
我看见了一个人,我看他很快就会把我们撕碎。
§24.356ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα §24.357γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.
来吧,让我们乘马逃跑,或者去抚摸他的双膝乞求他,看他是否会怜悯我们。
§24.358ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς, §24.359ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, §24.360στῆ δὲ ταφών·
” 他这样说,老人的心智顿时乱了,极度恐惧,柔韧肢体上的毛发尽皆竖立,惊呆地伫立在那里。
αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν §24.361χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· §24.362πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις §24.363νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
但那赐福的神亲自走近,握着老人的手,向他盘问道: “父亲啊,在其他凡人都已入睡的神圣之夜,你这是要把马和骡引向何方?
§24.364οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
难道你一点也不害怕那些吐露着怒火的阿开亚人吗?
§24.365οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
他们作为你的仇敌,冷酷无情,就在近旁。
§24.366τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν §24.367τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
如果他们中有人在漆黑而快捷的夜色中,看见你运送着这么多财宝,你又将如何应对?
§24.368οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, §24.369ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
你自己并不年轻,而随行你的也是个老人,若有人先行动武,你们根本无法击退来人。
§24.370ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον §24.371σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.
但是,我绝不会伤害你,甚至还会保护你免受他人的伤害;因为我觉得你就像我亲爱的父亲一样。
§24.372τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· §24.373οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
” 神一般的白发老人普里阿摩斯随后回答他道: “亲爱的孩子,正如你所说,事情确是如此。
§24.374ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, §24.375ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι §24.376αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, §24.377πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.
但在神明中,仍有人把手伸在我上方保护着我,他派了你这样一位吉星高照的旅人来与我相遇,你不仅身材和容貌令人赞叹,而且心思聪慧,必定出身于幸福的父母。
§24.378τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· §24.379ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
” 向导阿耳戈斯诛杀者再次对他说: “是的,老人,你所说的一切都完全合乎情理。
§24.380ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §24.381ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ §24.382ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
但是,来吧,请告诉我,并如实道来:你是否正把许多珍贵的财宝送往异国他乡,好让它们安全地保存下来?
§24.383ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν §24.384δειδιότες·
还是因为你那最优秀、最伟大的儿子已经死去,你们现在正因恐惧而纷纷离弃神圣的伊利翁?
τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε §24.385σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.
因为他在与阿开亚人的交战中从未落后。
§24.386τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· §24.387τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;
” 神一般的白发老人普里阿摩斯随后回答他道: “高贵的人啊,你究竟是谁? 你出身于怎样的父母?
§24.388ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
你竟能把我那不幸的儿子的命运说得如此详尽。
§24.389τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· §24.390πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
” 向导阿耳戈斯诛杀者再次对他说: “老人啊,你是在试探我,并向我打听神圣的赫克托耳。
§24.391τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ §24.392ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας §24.393Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·
在让男子汉赢得荣耀的战场上,我曾多次亲眼目睹他,甚至当他把阿耳戈斯人逼向船旁、用锋利的青铜利刃砍杀他们时也是如此。
§24.394ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς §24.395εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
我们当时只能站在一旁惊叹,因为阿基琉斯对阿特柔斯之子怀着怒火,不许我们参战。
§24.396τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·
因为我是他的侍从,同一艘建造精良的战船把我们载到了这里。
§24.397Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
我是米尔米冬人之一,我的父亲是波吕克托耳。
§24.398ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, §24.399ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
他很富有,而且也像你一样是个老人;他有六个儿子,我是第七个。
§24.400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.
在他们之中,我通过摇签抽中了随军来到这里的差使。
§24.401νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ §24.402θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
现在我从船只那里来到了平原;因为黎明时分,目光炯炯的阿开亚人将在城邦周围摆开战场。
§24.403ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
他们对闲坐着感到焦躁不安,也无法阻拦战斗的渴望……”

词汇与语法注释

  1. §24.338τῶν ἄλλων Δαναῶν — 这是前一行(第337行)中否定不定代名词“tis”(意为“使任何人都不能……”)的部分属格,起限定作用。补全了“使其他达奈人中的任何人都看不见或察觉不到他”的意思。
  2. §24.347βῆ δʼ ἰέναι — 动词“bē”(意为“走、迈步”)后接不定式“ienai”(意为“去、走”)。这是荷马史诗中特有的冗余表达方式,用以强调动作的开始或进行过程(即“他迈步前行”)。
  3. §24.354φραδέος νόου ἔργα τέτυκται — 直译为“深思熟虑之心的工作已经做成(发生)”。这是一种非人称或以情境为主语的表达,意在指出“当前发生了需要极其慎重判断和应对的紧迫事态”。
  4. §24.366εἴ τίς σε ἴδοιτο — 这是使用希求法(“idoito”)的条件从句(ei从句),与第367行中带“an”的希求法主句(“an... eiē”)相呼应,表示对未来可能发生的不确定情况或现在的假设。

引用这一段

荷马, 伊利亚特 §24.338-24.403. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.338-24.403

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。