Humanitext Reader

荷马 · 伊利亚特 §24.269-24.337

普里阿摩斯的祈求与宙斯的鹰兆

第 219 段,共 226 段 · 希腊语

内容简介

普里阿摩斯装载好赎金并做好出发准备。他听从赫卡伯的建议向宙斯祈祷,宙斯赐予吉兆之鹰,并命令赫耳墨斯前去暗中保护他。

§24.269πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
它是黄杨木制的,中间带有一个凸纽,两端紧紧套着缰绳环。
§24.270ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
他们连同车轭一起,带出了一条九肘长的轭带。
§24.271καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ §24.272πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
他们把轭稳妥地安放在磨光了的车辕前端,并把铁环套在栓销上。
§24.273τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα §24.274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
他们在凸纽两边各缠绕了三圈并绑紧,然后顺次系好,再把带头折叠塞入轭带之下。
§24.275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης §24.276νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,
他们从内室抬出财宝,在磨光了的轻车上堆起用来赎回赫克托耳首级的无数赎金。
§24.277ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, §24.278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
他们套上了那些蹄子坚硬、套着鞍具拉车的骡子,这些是以前缪索伊人作为精美礼物赠给普里阿摩斯的。
§24.279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς §24.280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
至于普里阿摩斯自己的马匹,老人家亲自在磨光的马槽旁喂养它们,此刻也将它们牵至轭下。
§24.281τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι §24.282κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·
在高耸的宫殿里,这两人—— 使者和普里阿摩斯,心中各自思忖着周密的计划,让车马套好。
§24.283ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ §24.284οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι §24.285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
这时,赫卡伯怀着忧伤的心情向他们走近,她右手拿着一只金杯,盛着甘美如蜜的葡萄酒,好让他们在出发前奠酒。
§24.286στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §24.287τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι
她站在马匹前,开口对他们说道: “来,向父神宙斯奠酒,并祈祷从敌方那里平安返回家园吧。
§24.288ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς §24.289ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
既然你的心驱使着你去往那些战船,尽管我极不情愿。
§24.290ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι §24.291Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
但你必须向那居住在伊达山、俯瞰整个特洛伊的暗云之神克罗诺斯之子祈祷。
§24.292αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ §24.293φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
祈求他赐予一个敏捷的使者之鸟,那是他最喜爱的鸟,也拥有最强大的神力。
§24.294δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας §24.295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
赐它出现在右侧,以便你亲眼看见后,怀着信心前往那些拥有快马的达奈人战船。
§24.296εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, §24.297οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην §24.298νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
如果广纳声音的宙斯不赐予你他的使者,那么即便你心里再渴望,我也不会再劝说或同意你去阿耳戈斯人的战船那里。
§24.299τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· §24.300ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.
” 神一般的白发老人普里阿摩斯回答她说道: “妇人啊,我绝不会违背你的劝告。
§24.301ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.
向宙斯举手祈求他的怜悯,这确实是件好事。
§24.302ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς §24.303χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον·
” 老人说完,便催促女仆往他手上浇注纯净的水。
ἣ δὲ παρέστη §24.304χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
女仆端着水盆和水壶,站在了他的身旁。
§24.305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· §24.306εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον §24.307οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· §24.308Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
他洗净了手,从妻子手中接过金杯,随后站在庭院中央祈祷,仰望着天空奠酒,并开口高声说道: “从伊达山统治、最尊贵、最伟大的父神宙斯啊!
§24.309δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
请宽允我到达阿基琉斯那里,并让我受到他的接待和怜悯。
§24.310πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ §24.311φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
请派遣一位敏捷的使者之鸟,那是你最喜爱的鸟,也拥有最强大的神力。
§24.312δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας §24.313τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
赐它出现在右侧,以便我亲眼看见后,怀着信心前往那些拥有快马的达奈人战船。
§24.314ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
” 他如此祈祷着,足智多谋的宙斯听到了他的祈求。
§24.315αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν §24.316μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.
他立刻派遣了一只鹰,那是飞禽中预示最灵验的,人们也称其为‘佩尔克诺斯’的黑色猎手。
§24.317ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται §24.318ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, §24.319τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά·
就像一位富人那安有坚固门栓、高顶内室的门扇一样宽阔,它的双翼展开也是这般巨大。
εἴσατο δέ σφι §24.320δεξιὸς ἀΐξας διὰ ἄστεος·
它出现在他们的右侧,急速飞越城邦。
οἳ δὲ ἰδόντες §24.321γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
人们见此情景欢欣鼓舞,每个人的心中都感到无比宽慰。
§24.322σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, §24.323ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
急不可待的老人登上了他的车舆,驾车冲出了前门和回声喧嚣的廊檐。
§24.324πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, §24.325τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν §24.326ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε §24.327καρπαλίμως κατὰ ἄστυ·
前面是骡子拉着那辆四轮载重车,贤明的伊代奥斯驱赶着它们;而在后面是那些马匹,老人用鞭子驱赶着它们,快速穿过城邦。
φίλοι δʼ ἅμα πάντες ἕποντο §24.328πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
他的所有亲友都在后面哀哭相随,仿佛他正走向死亡一般。
§24.329οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο, §24.330οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο §24.331παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
当他们下到城外、到达平原时,那些儿子和女婿们便转回迈向伊利翁。
§24.332ἐς πεδίον προφανέντε·
但当这两人出现在平原上时,并未逃过广纳声音的宙斯的眼睛。
ἰδὼν δʼ ἐλέησε γέροντα, §24.333αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· §24.334Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν §24.335ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,
宙斯看见了,怜悯这位老人,随即对他的爱子赫耳墨斯说道: “赫耳墨斯啊,因为你最乐于与凡人做伴,并且只要你愿意,就会倾听他们。
§24.336βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν §24.337ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
去吧,引导普里阿摩斯到达阿开亚人的中空战船旁,使任何人都看不见他,也察觉不到他。 ”

词汇与语法注释

  1. 24.281ζευγνύσθην — 动词 ζεύγνυμι(套车、系轭)的直陈式未完成过去时中动态第三人称双数形。虽然字面上可以理解为他们自己套车,但考虑到使者与国王的身份,此处解释为使役性中动态(即让他们套好车马)更为自然。
  2. 24.285ὄφρα λείψαντε κιοίτην — 由目的引导词 ὄφra 构成的目的从句,包含双数主格分词 λείψαντε(源自 leibō,“奠酒”)和第三人称双数祈愿式 κιοίτην(源自 kiō,“行、去”)。因为主句动词为过去时态(ἦλθʼ),所以目的从句使用祈愿式(optative)以符合时态呼应。
  3. 24.289ἐμεῖο μὲν οὐκ ἐθελούσης — 属格绝对结构。人称代词属格 ἐμεῖο(ἐμοῦ 的荷马式变体)充当分词 ἐθελούσης 的逻辑主语,在此处表示让步:“尽管我并不情愿(你去)”。
  4. 24.317ὅσση δʼ ὑψορόφοιο θύρη... τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά — 使用关联形容词 ὅσση 与指示形容词 τόσσα 的比较结构。将富人家高顶内室门扇的宽度(ὅσση)与鹰展开的双翼(τόσσα)进行对比,意为“门有多么宽阔,它的双翼展开就有多么巨大”。

引用这一段

荷马, 伊利亚特 §24.269-24.337. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.269-24.337

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。