§24.269πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
それはツゲの木製で、中央に突起があり、手綱を通す輪がしっかりと取り付けられていた。
§24.270ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
彼らは軛と一緒に、九キュビトの長さの軛紐を持ち出した。
§24.271καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ §24.272πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, §24.273τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα §24.274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
そして彼らはそれを、よく磨かれた梶棒の先端の上にうまく載せ、ピンに環をはめ、突起のまわりに左右それぞれ三度巻きつけて縛り、それから続けて縛りつけ、端の部分を軛の下へと折り込んだ。
§24.275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης §24.276νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, §24.277ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
彼らは部屋から、よく磨かれた荷車の上に、ヘクトルの首のための計り知れない身代金を積み上げ、頑丈な蹄を持ち、馬具をつけて働くラバたちを繋いだ。
§24.278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
これらはかつて、ミュソイ人たちがプリアモスに輝かしい贈り物として授けたものであった。
また、プリアモスのためには、老父自らが飼育し、よく磨かれた飼葉桶で養っていた馬たちを軛の下へ連れてきた。
高い館の中で、使者とプリアモスの二人は、心に賢明な計略を抱きながら、馬やラバを繋がせていた。
§24.283ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ
そこへ、悲しむ心を抱いたヘカベが、二人の近くにやって来た。
彼女は右手に、出発する前に神酒を注ぐための甘美なワインを金杯に入れて持っていた。
§24.286στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
彼女は馬たちの前に立ち、言葉を語り、呼びかけて言った。
§24.287τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι §24.288ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς §24.289ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
「さあ、父なるゼウスに献酒を捧げなさい。 そして、敵の手から再び我が家へと無事に戻れるよう祈りなさい。 私の望まないのに、あなたの心があなたを船へと駆り立てるのだから。
そして、イデ山に君臨し、トロイアの全土を見渡す、暗雲をまとうクロノスの子に祈りなさい。
§24.292αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
そして、素早い使者たる鳥を求めなさい。
§24.293φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, §24.294δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας §24.295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
彼にとって鳥たちの中で最も愛され、その力が最も大きい、右手の鳥を。 それをあなた自身がその目で認め、それを信頼して、足の速い馬を持つダナオス人の船へと赴くことができるように。
§24.296εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, §24.297οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην §24.298νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
もし、広く声の響くゼウスが自身の使者を与えてくれないのなら、たといあなたが強く望んでいようとも、私はあなたにアルゴス人たちの船へ行くよう勧めはしないでしょう。
§24.299τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
」これに答えて、神のようなプリアモスが語りかけた。
§24.300ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.
「妻よ、あなたのこの勧めに私は背くまい。
§24.301ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.
ゼウスが憐れんでくれることを願って、彼に両手を差し上げるのは良いことだから。
」そう語り、老父は仕えの女に、清らかな水を手に注ぐよう促した。
ἣ δὲ παρέστη §24.304χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
女は、手水鉢と水差しを手に持って、傍らに進み出た。
§24.305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
手を洗い終えると、彼は妻から杯を受け取った。
§24.306εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον §24.307οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
そして中庭の真ん中に立って祈り、天を見上げてワインを注ぎ、声をあげて言った。
§24.308Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
「イデ山より支配される父なるゼウスよ、最も栄光に満ち、最も偉大なるお方よ。
§24.309δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
私をアキレウスのもとへ、歓迎され哀れみを受ける者として行かせてください。
§24.310πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ §24.311φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, §24.312δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας §24.313τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
そして、素早い使者たる鳥を、あなたにとって鳥たちの中で最も愛され、その力が最も大きい、右手の鳥を送ってください。 それを私自身がその目で認め、それを信頼して、足の速い馬を持つダナオス人の船へと赴くことができるように。
§24.314ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
」彼がそう祈ると、知謀に満ちたゼウスは彼の祈りを聞き入れた。
そしてすぐに、翼あるものの中で最も確かな兆しを示す鷲、人々が『ペルクノス』とも呼ぶ、狩人たる『モルフノス』を送った。
§24.317ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται §24.318ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, §24.319τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά·
富裕な男の、よく鍵がかけられた天井の高い部屋の扉がどれほど広いか、その鷲の左右の翼はそれほどまでに大きかった。
εἴσατο δέ σφι §24.320δεξιὸς ἀΐξας διὰ ἄστεος·
そして彼らにとって右手を、街を通って飛び去るのが見えた。
οἳ δὲ ἰδόντες §24.321γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
人々はそれを見て喜び、すべての者の心が胸の中で和らいだ。
§24.322σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, §24.323ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
急ぐ老父は自身の戦車に乗り込み、前門と響きのある回廊から車を走らせた。
前方では、ラバたちが四輪の荷車を引いており、これを賢明なイダイオスが駆っていた。
一方、後方では馬たちがおり、老父が鞭で追い立てながら、街中を素早く進ませた。
φίλοι δʼ ἅμα πάντες ἕποντο §24.328πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
親しい人々が皆、彼があたかも死へと赴くかのように、深く嘆き悲しみながら後に従った。
§24.329οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο, §24.330οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο §24.331παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν §24.332ἐς πεδίον προφανέντε·
そして彼らが街を下り、平野に達したとき、息子たちや娘婿たちはイリオスへと引き返していったが、平野に現れた二人は、広く声の響くゼウスの目から隠れることはなかった。
ἰδὼν δʼ ἐλέησε γέροντα, §24.333αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
ゼウスは老父を見て憐れみ、すぐに愛する息子ヘルメースに向かって語りかけた。
§24.334Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν §24.335ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα, §24.336βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν §24.337ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
「ヘルメースよ、人間を道連れとすることがあなたにとって最も好ましく、またあなたは自分が望む者の声を聞くのだから、さあ行って、プリアモスをアカイア人の凹型の船へと、誰も彼を見ず、気づくこともないように導くがよい。 」