Humanitext Reader

荷马 · 伊利亚特 §23.761-23.829

赛跑比赛的终局与武装决斗的设立

第 213 段,共 226 段 · 希腊语

内容简介

描绘了短跑比赛的结局,奥德修斯在雅典娜的帮助下击败了埃阿斯,而名列末尾的安提洛科斯则获得了阿基琉斯的额外奖赏。接着,阿基琉斯设立了埃阿斯与迪奥墨德斯之间的武装决斗,以及投掷铁块的比赛。

§23.761στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ §23.762πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει §23.763στήθεος·
她的胸前是织布用的规木,妇女用双手极好地拉紧它,在经线间拉出纬线轴,并将其保持在胸口近处。
ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν §23.764ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
奥德修斯就是这样贴近奔跑,而在后面,在尘土散落覆盖其上之前,他的双脚踩在对方的脚印上。
§23.765κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς §23.766αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ §23.767νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
高贵的奥德修斯在奔跑中不断吐出热气,喷在他的头上,他始终轻快地奔跑;所有的阿开奥斯人都在一旁呼喊,为渴望胜利的他加油,大声激励着正竭力疾驰的他。
§23.768ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς §23.769εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· §23.770κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
但是,当他们即将跑完最后的赛程时,奥德修斯立刻在心中向明眸的雅典娜祈祷: “听我祈求,女神啊,请降临并作为我双脚的良伴助我一臂之力。
§23.771ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, §23.772γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
” 他这样祈祷,帕拉斯·雅典娜听到了他的祈求,使他的四肢变得轻盈,包括他的双脚和上面的双手。
§23.773ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, §23.774ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, §23.775τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων, §23.776οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· §23.777ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
然而,正当他们即将争夺奖品时,在那里,埃阿斯在奔跑中滑倒了,因为雅典娜使他受挫,在那处散落着被宰杀的、大声号叫的牛群的粪便的地方,这些牛是捷足的阿基琉斯为了帕特罗克洛斯而宰杀的;埃阿斯的嘴和鼻孔里塞满了牛粪。
§23.778κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, §23.779ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
饱经沧桑的高贵奥德修斯因为跑在前面,拿走了混酒器;而光荣的埃阿斯得到了牛。
§23.780στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο §23.781ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν· §23.782ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ §23.783μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
他站着,双手握着那头乡野之牛的角,吐出嘴里的牛粪,对阿尔戈斯人说道: “哎呀! 真的是女神让我的双脚受挫,她往常就像母亲一样,陪伴在奥德修斯身旁并辅佐他。
§23.784ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
” 他这样说,众人见状都对他发出愉快的笑声。
§23.785Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον §23.786μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.787εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν §23.788ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
随后,安提洛科斯带着最后一名奖品走了出来,面带微笑,对阿尔戈斯人说道: “朋友们,我要对你们这些知情者说,直到如今,不死的神明依然器重年长的人。
§23.789Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν, §23.790οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων· §23.791ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ §23.792ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
因为埃阿斯只比我年长一点,而这位则属于前一代和更早的人;人们说他是老当益壮;阿开奥斯人要想在速度上与他竞争是极其困难的,除非是阿基琉斯。
§23.793ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
” 他这样说,颂扬了捷足的佩琉斯之子。
§23.794τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· §23.795Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, §23.796ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
阿基琉斯用言语回答他说道: “安提洛科斯,你的赞美之词绝不会白费,我要为你追加半个塔兰同的黄金。
§23.797ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
” 他这样说着便把黄金交到他手里,对方欣然接受。
§23.798αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος §23.799θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν §23.800τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
随后,佩琉斯之子拿来一杆投下长影的枪放在竞技场中,并放下一面盾牌和一顶头盔,那是帕特罗克洛斯从萨尔佩冬身上剥下的武具。
§23.801στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.802ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, §23.803τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε §23.804ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
他直立着身子,对阿尔戈斯人说道: “我们要求两位最杰出的勇士,为了这些奖品,穿戴好防身的盔甲,拿起切削皮肉的青铜兵器,在众人面前互相试炼。
§23.805ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, §23.806ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα, §23.807τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον §23.808καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· §23.809τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· §23.810καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
无论是谁,先刺中对方美丽的肌肤,透过盔甲触及内脏并流出黑色的血液,我便将这把镶有银钉的精美色雷斯剑赐予他,这是我从阿斯忒洛派俄斯那里夺来的;至于这些武具,两人可以共同分享带走;我们还将在帐篷里为他们摆下丰盛的筵席。
§23.811ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, §23.812ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
” 他这样说,高大的忒拉蒙之子埃阿斯随后站了起来,接着,迪奥墨德斯,这位强壮的忒丢斯之子也站了起来。
§23.813οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, §23.814ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι §23.815δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
他们各自在群众的一侧穿戴好盔甲,两人怀着求战的渴望走到中间,怒目而视,所有的阿开奥斯人都为之惊叹。
§23.816ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §23.817τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
但是,当他们走到近处交手时,他们三次相互冲锋,三次近身猛扑。
§23.818ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην §23.819νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
随后,埃阿斯一剑刺中了对方那面各向均等的盾牌,但未能伤及皮肉,因为里面的胸甲阻挡了利刃。
§23.820Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο §23.821αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
然而,忒丢斯之子则在宽大的盾牌上方,始终用闪亮的长枪枪尖,直刺对方的颈部。
§23.822καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ §23.823παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.
就在那时,阿开奥斯人因极度担心埃阿斯的安危,叫他们停手,平分奖品。
§23.824αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως §23.825σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
但英雄还是将那把巨大的剑,连同剑鞘和裁剪精美的吊带,赠予了忒丢斯之子。
§23.826αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον §23.827ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· §23.828ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, §23.829τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
接着,佩琉斯之子设立了一个天然铸成的铁块,这铁块在以前曾由力大无比的埃提翁投掷;但是,捷足的高贵阿基琉斯杀死了他,并将它与其他财宝一起用船运了回来。

词汇与语法注释

  1. §23.761ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ — 关系代名词 ὅν 指代先行词 κανών,虚拟语气 τανύσσῃ 用于由 ὡς ὅτε 引导的比喻从句中,表示一般性、习惯性的动作。主语(“妇女”)承前行中的 γυναικός 省略。
  2. §23.764πάρος κόνιν ἀμφιχυθῆναι — 连词 πάρος(“在……之前”)后接不定式。宾格 κόνιν 是被动不定式 ἀμφιχυθῆναι(“被散落”、“覆盖”)的逻辑主语,表示在尘土覆盖埃阿斯的脚印之前,奥德修斯就已踩了上去。
  3. §23.772πόδας καὶ χεῖρας ὕπερθεν — 宾格 πόδας 和 χεῖρας 是关系宾格(或限定宾格),修饰动词 ἔθηκεν 和形容词 ἐλαφρά。副词 ὕπερθεν(“在上方”)修饰 χεῖρας,表示不仅是下半身的“双脚”,上半身“其上的双手”也同样变得轻盈。
  4. §23.802ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω — 宾格 ἄνδρε δύω 及其同位语 ὥ περ ἀρίστω(双数形)既是动词 κελεύομεν 的直接宾语,同时也是第804行不定式 πειρηθῆναι 的逻辑主语,构成了“带宾格的不定式”结构。
  5. §23.828τὸν δʼ ἄγετʼ ἐν νήεσσι — 指示代名词 τὸν 在此处起到了连接性的作用(“而这个”),指代第827行的关系代名词 ὅν 所引导的铁块(σόλον)。未完成过去时 ἄγετο 表达了阿基琉斯过去将其运往特洛伊的持续性行为。

引用这一段

荷马, 伊利亚特 §23.761-23.829. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.761-23.829

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。