Humanitext Reader

ホメロス · イリアス §23.830-23.897

鉄塊投げと弓術競技および競技会の閉幕

214 / 226 箇所 · ギリシア語

要旨

アキレウスは鉄塊投げの競技を主催し、ポリュポイテスが優勝する。続いて行われた弓術競技ではメリオネスが鳩を見事に射落として勝利し、最後の槍投げ競技では、アガメムノンの卓越性を認めたアキレウスが競わせることなく彼に賞品を譲ることで競技会は幕を閉じる。

§23.830στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
彼はまっすぐに立ち、アルゴス人たちの中で言葉を語った。
§23.831ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
「立ち上がりなさい、この競技にも挑戦しようとする者たちよ。
§23.832εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, §23.833ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς §23.834χρεώμενος·
たとえその者に、きわめて遠く離れて肥沃な畑地が広がっていようとも、彼はこれを、巡り来る五年の間、使い続けるであろう。
οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου §23.835ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.
なぜなら、鉄が不足して彼の羊飼いも耕作者も町に行くことはなく、これ(鉄塊)が供給するからである。
§23.836ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, §23.837ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, §23.838ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
」彼はこう言った。 すると、戦いにとどまるポリュポイテスが立ち上がり、次いで、神のようなレオンテウスの強大な力が立ち上がり、次いで、テラモンの子アイアスと、気高きエペイオスが立ち上がった。
§23.839ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, §23.840ἧκε δὲ δινήσας·
彼らは順に並んで立ち、気高きエペイオスが鉄の塊を手に取り、それを振り回して投げた。
γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
アカイア人たちは皆、彼を見て笑った。
§23.841δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
二番目に、アレスの若枝レオンテウスが投げた。
§23.842τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας §23.843χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
三番目に、大テラモンの子アイアスが、頑丈な手から投げ、全員の目印を越えさせた。
§23.844ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, §23.845ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, §23.846ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, §23.847τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε·
しかし、戦いにとどまるポリュポイテスが鉄塊を手に取ると、牛飼いの男が、曲がり杖を投げるほどの距離を、杖は回転しながら、群がる牛たちの間を飛んでいくのであるが、それほどまで、彼は競技の場全体の目印を越えて投げた。
τοὶ δὲ βόησαν.
人々は歓声をあげた。
§23.848ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο §23.849νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
強勇なポリュポイテスの仲間たちが立ち上がり、王の賞品を、中がうつろな船へと運んで行った。
§23.850αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, §23.851κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
それから、アキレウスは射手たちのために青黒い鉄を置き、両刃の斧十挺と、片刃の斧十挺をそこに置いた。
§23.852ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο §23.853τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν §23.854λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει §23.855τοξεύειν·
そして、彼は舳先の青黒い船の帆柱を、遠くの砂の上に立て、臆病な鳩を、細い紐でその足から結びつけ、それを狙うように命じた。
ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, §23.856πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·
『臆病な鳩を射当てた者は、両刃の斧をすべて持ち上げ、家へと持ち帰るがよい。
§23.857ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, §23.858ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
鳥を外して、紐を射当てた者は、その者の方が劣るからであるが、片刃の斧を持ち去るがよい。
§23.859ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος, §23.860ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
』彼はこう言った。 すると、強大なる王者テウクロスが立ち上がり、次いで、イドメネウスの優れた従者メリオネスが立ち上がった。
§23.861κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
彼らは青銅の兜の中に籤を入れ、それを振った。
§23.862Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν §23.863ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι §23.864ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
テウクロスが籤で最初を射止め、すぐに矢を力強く放ったが、王者に対して、最初に生まれた子羊の輝かしい百獣犠牲を捧げることを誓わなかった。
§23.865ὄρνιθος μὲν ἅμαρτε·
彼は鳥を外した。
μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·
アポロンが彼にその成功を拒んだからである。
§23.866αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
しかし、彼は鳥が繋がれていた足の近くで、紐を射抜いた。
§23.867ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
鋭い矢は紐を完全に断ち切った。
§23.868ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη §23.869μήρινθος ποτὶ γαῖαν·
鳥はそれから天空へと飛び立ち、紐は地面へと垂れ下がった。
ἀτὰρ κελάδησαν Ἀχαιοί.
そしてアカイア人たちは歓声をあげた。
§23.870σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς §23.871τόξον·
メリオネスは急いで、テウクロスの手から弓をひったくった。
ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
実は、彼が狙いを定めていたときから、矢はすでに手に持っていたのである。
§23.872αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι §23.873ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
すぐに彼は、遠矢の神アポロンに、最初に生まれた子羊の輝かしい百獣犠牲を捧げることを誓った。
§23.874ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
遥か高い雲の下に、彼は臆病な鳩を見た。
§23.875τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
旋回するその鳩の、翼の下の胴体の真ん中を彼は射抜いた。
§23.876ἀντικρὺ δὲ διῆλθε βέλος·
矢はまっすぐに突き抜けた。
τὸ μὲν ἂψ ἐπὶ γαίῃ §23.877πρόσθεν Μηριόναο πάγη ποδός·
それは地面へと戻り、メリオネスの足元に突き刺さった。
αὐτὰρ ἣ ὄρνις §23.878ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο §23.879αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
しかし鳥は、舳先の青黒い船の帆柱にとまると、首を垂れ、その密な羽はすっかり折りたたまれた。
§23.880ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ §23.881κάππεσε·
素早くその四肢から命の息吹が飛び去り、帆柱から遠く落ちた。
λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
人々はそれを眺め、驚嘆した。
§23.882ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, §23.883Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
そこでメリオネスは、十挺のすべての両刃の斧を受け取り、テウクロスは片刃の斧を、中がうつろな船へと運んで行った。
§23.884αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, §23.885κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα §23.886θῆκʼ ἐς ἀγῶνα φέρων·
それからペレウスの子は、影を長く落とす槍と、火にかけられていない、牛一頭の価値のある花模様の釜を、競技の場に運んで置いた。
καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
すると、槍投げの男たちが立ち上がった。
§23.887ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, §23.888ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
アトレウスの子、広く支配するアガメムノンが立ち上がり、次いで、イドメネウスの優れた従者メリオネスが立ち上がった。
§23.889τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
足の速い高貴なアキレウスが彼らに語りかけた。
§23.890Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων §23.891ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
「アトレウスの子よ、あなたがすべての点でいかに卓越しているか、また力においても槍投げにおいても、いかに最高であるかを私たちは知っている。
§23.892ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
だからあなたは、この賞品を持って、中がうつろな船へと戻られるがよい。
§23.893ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, §23.894εἰ σύ γε σῷ θυμῷ ἐθέλοις·
しかし槍は、英雄メリオネスに与えよう、もしあなたが心からそれを望まれるなら。
κέλομαι γὰρ ἔγωγε.
私自身はそのように勧める。
§23.895ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」彼はこう言った。 人々の王者アガメムノンは拒まなかった。
§23.896δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως §23.897Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.
彼はメリオネスに青銅の槍を与え、一方、英雄はタルテュビオス伝令使に、きわめて美しい賞品を渡した。

語釈・文法注

  1. 23.831οἳ — 関係代名詞であるが、ここでは先行詞(指示代名詞)を自ら内包し、「〜する者たちよ」という主格・複数・男性の呼格的役割を果たしている。
  2. 23.834ἀτεμβόμενός γε σιδήρου — 分詞 ἀτεμβόμενος は「欠いて、不足して」の意味で、その欠乏の対象が属格 σιδήρου によって示されている。
  3. 23.845-846ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θʼ — 関係代名詞 ἣ は前行の女性名詞 καλαύροπα(牛飼いの杖)を指す。ὅσσον(どれほど遠く)と 847行の τόσσον(それほど遠く)が相関構造を作っている。
  4. 23.854ἧς — 関係代名詞 ἧς は女性単数属格で、先行詞は πέλειαν(鳩)である。不定詞 τοξεύειν(射当てること)の目的語(射撃対象の属格)として機能している。
  5. 23.863ἠπείλησεν — 通常の古典ギリシア語における「脅す」の意味ではなく、ホメロスにおいては神に対して「誓う、祈願を約束する」という意味で用いられている。与格の ἄνακτι(アポロン)がその誓いの対象となる。
  6. 23.871ὡς ἴθυνεν — 接続詞 ὡς は「〜の間に、〜のときに」という時間的同時性を表す。テウクロスが(それ以前に)狙いを定めていたときに、メリオネスはすでに矢を手元に準備していたことを未完了過去 ἴθυνεν(狙い定めていた)が表している。

この箇所を引用する

ホメロス, イリアス §23.830-23.897. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.830-23.897

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。