§23.692ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς §23.693θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, §23.694ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς §23.695χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι, §23.696οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν §23.697αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε· §23.698κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, §23.699αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
如同在北风刮起的波纹下,鱼儿跳跃起来,落在长满海藻的沙滩上,随后黑色的波浪将其覆盖,他被打得这样跳了起来;然而大度宽怀的埃佩奥斯用双手拉起他,使他直立;他亲爱的同伴们围在身旁,带着他穿过竞技场,他拖着双脚,吐出浓稠的鲜血,头无力地歪向一边;他们拉着神志不清的他,让他在他们中间坐下,而他们自己则走过去,取回了双耳杯。
§23.700Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα §23.701δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, §23.702τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην, §23.703τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· §23.704ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε, §23.705πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
佩琉斯之子随即便设立了第三项比赛的奖品,向达那俄斯人展示,那是为了艰苦的摔跤比赛:给获胜者的是一个可以放在火上的大三脚釜,阿开奥斯人估量其价值相当于十二头牛;而给失败者,他把一个女人带到中间,她精通许多手艺,人们估量她价值相当于四头牛。
§23.706στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.707ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
他直立着身子,对阿尔戈斯人说道: “站起来吧,你们两位也将在这场比赛中一试身手的人。
§23.708ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, §23.709ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
” 他这样说,随后高大的忒拉蒙之子埃阿斯站了起来,随后足智多谋的奥德修斯也站了起来,他深谙智谋。
§23.710ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, §23.711ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν §23.712ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων §23.713δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
两人束好腰带,走到竞技场中央,用强壮的双臂紧紧搂住对方,宛如一位著名的工匠为高大的房屋拼接在一起的房梁,用以抵御狂风的侵袭。
§23.714τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν §23.715ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, §23.716πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους §23.717αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ §23.718νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· §23.719οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, §23.720οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.
在强劲的双臂猛烈拉扯下,他们的背部发出格格声,汗水涔涔而下,肋部和肩膀上暴露出累累伤痕,泛着殷红的血色;但他们依然为了那精美的三脚釜,始终渴望着胜利;奥德修斯无法绊倒埃阿斯使其倒地,埃阿斯也办不到,奥德修斯那强健的力量支撑着他。
§23.721ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, §23.722δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· §23.723διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §23.724ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
但是,当他们让护胫精美的阿开奥斯人感到焦躁时,高大的忒拉蒙之子埃阿斯对那人说道: “神圣的拉埃尔特斯之子,足智多谋的奥德修斯,你要么把我抱起来,要么让我抱起你;其余的一切就交给宙斯去裁决吧。
§23.725ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς· §23.726κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, §23.727κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς §23.728κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
” 他这样说说着便将他抱起;但奥德修斯没有忘记他的妙计;他从后面准确地踢中了对方的膝弯,使对方双腿瘫软,将其向后摔倒;而奥德修斯则压在对方的胸口上倒了下去;众人见状,无不惊奇赞叹。
§23.729δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, §23.730κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν, §23.731ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω §23.732πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
接着,饱经沧桑的高贵奥德修斯反过来抱他,他虽然将对方稍稍动离地面,但未能抱起,反而弯曲了膝盖;于是两人都倒在地上,紧挨着彼此,身上沾满了尘土。
§23.733καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον, §23.734εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· §23.735μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· §23.736νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες §23.737ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
此时他们本来会第三次跃起进行角逐,若非阿基琉斯亲自站起来阻止他们说: “不要再角力了,也别在痛苦中折磨自己;胜利属于你们双方;拿走相等的奖品,走吧,以便让其他的阿开奥斯人也能参加比赛。
§23.738ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, §23.739καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
” 他这样说,他们便欣然听从并顺从了,拂去身上的尘土,穿上了胸衣。
§23.740Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα §23.741ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα §23.742χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν §23.743πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, §23.744Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον, §23.745στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· §23.746υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε §23.747Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
佩琉斯之子随即便设立了另一项关于速度的比赛奖品:那是一个精工制作的银制混酒器,容量为六度量,而在美丽程度上,它远超大地上的一切,因为技艺高超的西顿人精心地制作了它,腓尼基人曾将其运过雾霭茫茫的海洋,停泊在港口中,作为礼物送给了托阿斯;而埃阿斯之子欧涅俄斯曾将其送给英雄帕特罗克洛斯,作为普里阿摩斯之子吕卡翁的赎金。
§23.748καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, §23.749ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· §23.750δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, §23.751ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
阿基琉斯将它设为祭奠其同伴的奖品,给双脚最轻快、跑得最快的人;而给第二名,他设了一头肥壮的大牛,给最后一名,他设了半塔兰同的黄金。
他直立着身子,对阿尔戈斯人说道: “站起来吧,你们也将在这场比赛中一试身手的人。
§23.754ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, §23.755ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς §23.756Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
” 他这样说,随即奥伊琉斯之子、敏捷的埃阿斯站了起来,随后是足智多谋的奥德修斯,接着是内斯托尔之子安提洛科斯;因为他在速度上战胜了所有的年轻人。
§23.757στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
他们排成一列站好,阿基琉斯向他们指出了终点。