Humanitext Reader

荷马 · 伊利亚特 §22.65-22.128

赫卡柏的哀求与赫克托尔迎战前的独白

第 195 段,共 226 段 · 希腊语

内容简介

普里阿摩斯和赫卡柏泪流满面地哀求赫克托尔进城,但他拒绝退缩。独自一人的赫克托尔反思先前的失误,并意识到与阿基琉斯妥协的绝无可能,最终决心迎战。

§22.65ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
以及在阿凯亚人毁灭性的双手下,被强行掳走的儿媳们。
§22.66αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν §22.67ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ §22.68τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
而最后,我这具尸体将在表门前被那些噬肉的恶犬撕咬,在有人用锐利的青铜砍刺或投掷,夺走我四肢中的生命之后。
§22.69οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, §22.70οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ §22.71κείσοντʼ ἐν προθύροισι.
那些我在殿堂里养着看门、吃我桌上残羹的家犬,它们在喝了我的血之后,心智发狂,躺在门廊里。
νέῳ δέ τε πάντʼ ἐπέοικεν §22.72ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ §22.73κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
对于年轻人而言,在战斗中被杀,被锐利的青铜肢解而死,横尸沙场,一切都是相宜的;即便他已死去,呈现出来的一切依然是美好的。
§22.74ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον §22.75αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, §22.76τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
然而,当那白发苍苍的头颅、斑白的胡须,以及惨遭杀害的老人的阴部被恶犬凌辱时,这对可怜的凡人来说,实在是嘴悲惨不过的事了。
§22.77ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ §22.78τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
” 老人说着,用双手向上撕扯着自己的白发,从头上拔下来;但他未能说动赫克托尔的心。
§22.79μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα §22.80κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· §22.81καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα· §22.82Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον §22.83αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· §22.84τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα §22.85τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ §22.86σχέτλιος·
母亲在另一侧也放声痛哭,泪如雨下,她解开衣襟,用另一只手托起乳房;她落着泪,对他吐露出翼一般的言语: “赫克托尔,我的孩子,敬重这乳房并怜悯我吧,怜悯我自身,如果我曾用着免除忧虑的乳房喂哺过你;记住这些吧,亲爱的孩子,退治那残暴的敌人,留在城墙里,千万不要站在最前线与他交锋,残酷的人啊!
εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε §22.87κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, §22.88οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν §22.89Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
因为他若杀死了你,我便再也不能在停尸床上哭悼你,我亲生的、心爱的蓓蕾,你那带来丰厚聘礼的妻子也是如此;而是在远离我们两人的阿尔戈斯人的船旁,迅捷的恶犬会将你吞噬干净。
§22.90ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν §22.91πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον, §22.92ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
” 他们两人就这样哭泣着对亲爱的儿子劝说,苦苦哀求;但他们未能说动赫克托尔的心,他只是在那里等待着步步逼近的巨人阿基琉斯。
§22.93ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι §22.94βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός, §22.95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· §22.96ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει §22.97πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
犹如山中的一条蛇,吞食了剧毒的草药,在洞穴口等待着人,周身充盈着可怕的怒气,在洞穴旁盘旋缠绕,目光极其骇人;赫克托尔也怀着不灭的斗志,不肯退后一步,将闪亮的盾牌靠在突出的城塔上,挺立在那里。
§22.98ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §22.99ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
他满腔愤懑,对自己高傲的心灵说道: “唉,悲叹啊!
§22.100Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, §22.101ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι §22.102νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
如果我退入城门和城墙之中,普里达马斯必将首先把耻辱归罪于我,正是他曾劝我率领特洛伊人退回城里,就在高贵的阿基琉斯奋起的那天可怕的夜晚。
§22.103ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
但但我没有听从;然而那本该是好得多的选择。
§22.104νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, §22.105αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, §22.106μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· §22.107Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
如今,既然我因自己的愚妄而毁灭了军队,我无颜面对特洛伊的男子,以及衣裾拖地的特洛伊妇女,免得有哪位比我卑微的人在日后说道: ‘赫克托尔只凭着自己的武勇,断送了军队。
§22.108ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη §22.109ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, §22.110ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
’ 他们定会这样说;那么对我来说,要好得多的选择是,迎面战胜并杀死阿基琉斯后荣归故里,抑或是由他将我杀死,在城前赢得光荣的死亡。
§22.111εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν §22.112καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας §22.113αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω §22.114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ, §22.115πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν §22.116ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή, §22.117δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς §22.118ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· §22.119Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι §22.120μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι §22.121κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
但若我放下那有隆起凸钮的盾牌,以及沉重的头盔,把长枪靠在城墙上,亲自前去迎接那完美无瑕的阿基琉斯,向他许诺:将海伦以及同她一起的所有财宝,也就是亚历山大当初用空心的船只运回特洛伊、成为这场纷争起端的所有财产,全部交给阿特柔斯之子们带走,并且同时向所有阿凯亚人平分这座城市中所藏蓄的其他一切财物;然后我又让特洛伊的长老们宣下庄严的誓言,绝不隐瞒任何财物,而是将一切平分为二,也就是分配这整座可爱的城市所蕴藏的所有财富?
§22.122ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
然而,为什么我亲爱的心灵会和我念及这些?
§22.123μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει §22.124οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα §22.125αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
只怕我若前去投奔他,他非但不会怜悯我,亦不会对我存有丝毫敬意,反而会把我这个赤手空拳、犹如妇人般轻易杀害,只要我脱去了铠甲。
§22.126οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης §22.127τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε §22.128παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
此时绝非能像在橡树或岩石旁那般,与他轻声细语地闲聊,如同少男和少女,少男和少女彼此亲密地交谈那般。 ”

词汇与语法注释

  1. 22.66αὐτὸν δʼ ἂν πύματόν με κύνες — 语气助词 ἂν 在此处与将来时直陈语气(或荷马式的虚拟语气)ἐρύουσιν 连用,对未来将要发生的悲惨事件进行了生动且确定的预测与描绘。
  2. 22.73ὅττι φανήῃ — 此处为不带语气助词 ἄν 的虚拟语气 φανήῃ 的一般性关系从句,意为“无论呈现出什么”。它泛指年轻战士的遗体无论以何种惨状暴露在外,都是美丽的。
  3. 22.111-121εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι — 起自111行 "εἰ δέ κ源" 的极其漫长而复杂的条件句。条件从句中的动词(111行 καταθείομαι、113行 ἔλθω、114行 ὑπόσχωμαι)均为虚拟语气。不定式 δωσέμεν(117行)和 ἀποδάσσεσθαι(118行)表示对阿基琉斯允诺的具体内容。在119行中,句式返回虚拟语气 ἕλωμαι,引入了另一个并列的条件(“若我要求特洛伊人宣誓”)。
  4. 22.126ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης — 意为“源自橡树或岩石”的古老荷马式指称人类起源的谚语。在此处隐喻:如今赫克托尔与阿基琉斯之间绝无可能进行平等且亲密的对话或妥协,仿佛他们并非具有同等情感的人类一般。

引用这一段

荷马, 伊利亚特 §22.65-22.128. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.65-22.128

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。