§22.1ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ §22.2ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν §22.3κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ §22.4τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
就这样,他们像子鹿一般惊恐地逃回城中,一边擦干汗水,一边饮水解渴,倚靠在美丽的胸墙上;而阿凯亚人则把盾牌靠在肩上,步步逼近城墙。
然而,毁灭性的命运却将赫克托尔束缚在原地,就在伊利昂的前方,即斯开亚门前。
§22.7αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· §22.8τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις §22.9αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον;
此时,福波斯·阿波罗对佩琉斯之子说道: “佩琉斯之子啊,你为何用迅捷的双脚追赶我,你身为一个凡人,却追赶一位不朽的神明?
οὐδέ νύ πώ με §22.10ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
难道你至今还未认出我是神明,以至于这般怒气冲冲?
§22.11ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, §22.12οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
难道你竟全然不顾那些被你驱散的特洛伊人的战祸,他们均已躲进城里,而你却偏离到此处。
§22.13οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
你无法杀死我,因为我并非命中注定会死。
§22.14τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §22.15ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων §22.16ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ §22.17γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
” 足捷的阿基琉斯极度愤怒,对他说道: “远射之神,所有神明中最狠毒的一位,你欺骗了我,将我引离城墙到此;若非如此,必定还有许多人在逃进伊利昂之前,就已经咬住泥土而死。
§22.18νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας §22.19ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
但是现在你从我这里夺取了伟大的荣耀,并如此轻易地救了他们,因为你根本无须惧怕日后的报复。
§22.20ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
若我真有这般力量,我定要向你复仇!
§22.21ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, §22.22σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, §22.23ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· §22.24ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
” 他这样说着,心怀傲气,朝着城市奔去,如同一匹拉着战车的夺标骏马,在平原上奋力舒展身躯、轻松自如地奔驰一般;阿基琉斯就这样迅捷地挥动着双脚和双膝。
§22.25τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι §22.26παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, §22.27ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ §22.28φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, §22.29ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
老普里阿摩斯最先亲眼看见了他,他在平原上飞驰,周身如星辰般熠熠生辉,那星在秋季升起,它的万道光芒在深夜的黑暗中,于繁星里显得格外耀眼,人们称它为奥里翁之犬。
§22.30λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, §22.31καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· §22.32ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
它虽然最为明亮,却成了一种不祥的预兆,给可怜的凡人带来无尽的狂热与疾病;阿基琉斯奔跑时,胸前的青铜铠甲便是这般闪耀。
§22.33ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν §22.34ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει §22.35λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων §22.36ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
老人哀嚎起来,高举起双手拍打着自己的头,放声痛哭,高声呼喊着,哀求自己亲爱的儿子;而此时赫克托尔正站在城门前,执意要同阿基琉斯决一死战。
§22.37τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· §22.38Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον §22.39οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς §22.40Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι §22.41σχέτλιος·
老人朝他伸出双手,悲凉地劝说道: “赫克托尔啊,我亲爱的孩子,千万不要独自一人在别处等待那个人,免得你很快迎来你的死期,被佩琉斯之子击败,因为他实在是比你强大得多,这个残忍的人!
αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο §22.42ὅσσον ἐμοί·
但愿他如我这般不招神明待见!
τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν §22.43κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
那样的话,狗和秃鹰很快就会吃掉他躺在地上的尸体;如此一来,我心中的剧烈痛苦便能消散。
他杀害了我的许多优秀儿子,使我丧失子嗣,或把他们卖到遥远的海岛。
§22.46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον §22.47οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, §22.48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
因为哪怕是现在,我的两个孩子吕卡翁和波吕多罗斯,我也无法在逃进城里的特洛伊人中看到,他们是由拉奥托埃为我所生,她是女人中的王后。
§22.49ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα §22.50χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον· §22.51πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
但若他们还在敌军营中活着,那么日后我们定用青铜和黄金将他们赎回;因为家中还有存积;因为那名声显赫的老人阿尔特斯曾给过女儿许多财宝。
§22.52εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, §22.53ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· §22.54λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος §22.55ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
但若他们已经死去,魂归哈得斯的府邸,这对我自己的心灵和生育他们的母亲而言将是极大的痛苦;但对其他百姓来说,这哀痛会较为短暂,只要你没有同样死于阿基琉斯之手。
§22.56ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς §22.57Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς §22.58Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
所以,我的孩子啊,进城墙里来吧,为了拯救特洛伊的男男女女,切莫将伟大的荣耀奉献给佩琉斯之子,并使你自己被夺去珍贵的生命。
§22.59πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον §22.60δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ §22.61αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα §22.62υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, §22.63καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα §22.64βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
此外,也请怜悯我这个不幸的人吧,在我尚有知觉之时,这个命途多舛的人,父神克罗诺斯之子在我的暮年门槛上,用凄惨的命运将我毁灭,在我目睹了无数惨剧之后—— 我的儿子们纷纷惨死,我的女儿们被强行掳走,卧房惨遭劫掠,而幼小的孩子们在可怕的战斗中被摔在地上,