Humanitext Reader

荷马 · 伊利亚特 §21.544-21.611

阿革诺尔的阻击与阿波罗的诱敌

第 193 段,共 226 段 · 希腊语

内容简介

在阿波罗的鼓舞下,阿革诺尔虽有内心挣扎但仍决定迎战阿基琉斯并掷出标枪。随后阿波罗用浓雾救走阿革诺尔,并化作他的模样引开阿基琉斯,使惊惶的特洛伊军队得以安全撤回城内。

§21.544ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, §21.545εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε §21.546φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
那时,阿凯亚人的子孙们本已夺取了高门特洛伊,若非福波斯·阿波罗激发起高贵的阿革诺尔,他是安特诺尔之子,一个无瑕而强壮的汉子。
§21.547ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς §21.548ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι §21.549φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
阿波罗将勇气注入他的心中,而神自己则在他的身旁伫立,以便为他挡开死神的沉重之手,神倚靠在橡树上,并且被浓密的云雾所笼罩。
§21.550αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον §21.551ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
但当他注意到那毁城者阿基琉斯时,他停下脚步,在等待时他的心中思绪万千。
§21.552ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §21.553ὤ μοι ἐγών·
他愤懑地对自己的豪迈心灵说道: “哀哉!
εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος §21.554φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, §21.555αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
如果我因惧怕强悍的阿基琉斯而逃跑,像其他那些惊慌溃散的人所跑的道路那样,他仍会抓住我,并像宰杀懦夫一样割断我的喉咙。
§21.556εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω §21.557Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ §21.558φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι §21.559Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· §21.560ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο §21.561ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· §21.562ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
但如果我任由这些人被佩琉斯之子阿基琉斯冲散,而我自己用双脚离开城墙逃往别处,逃向伊莱翁平原,直到我抵达伊达山的崇山峻岭,潜入密林深处;到了黄昏,我若在河中洗浴,洗去汗水、恢复清凉后,我或许能回到伊利昂—— 可是,我的心灵为何要在私下里盘算这些?
§21.563μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ §21.564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
只怕在我离开城市走向平原时他会发现我,并飞身追来,用他那迅捷的双足将我擒获。
§21.565οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· §21.566λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
那样一来,便再无可能逃脱死亡与命运的劫数;因为他实在是比所有人都要强大得多。
§21.567εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
但如果我在城前挺身而出,与他正面交锋呢?
§21.568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, §21.569ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι §21.570ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
因为这人的血肉之躯,想必也同样能被锐利的青铜所伤,他体内也只有一口生命,人们都说他是死有定期的凡人;只是克罗诺斯之子宙斯赐予了他荣耀。
§21.571ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ §21.572ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
” 他这样说着,收缩身体等待着阿基琉斯,他的体内那勇敢的心渴望着战斗与拼杀。
§21.573ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο §21.574ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ §21.575ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· §21.576εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, §21.577ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει §21.578ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· §21.579ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ §21.580οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
犹如一只豹子从茂密的丛林中走出来,迎着猎人,在它的心中毫无惧色,听到犬吠也毫不惊慌;因为即使猎人先发制人,刺伤或射中了它,即使被枪矛贯穿,它也不会丧失斗志,直到与猎人搏斗,或是被击倒;高贵的安特诺尔之子、杰出的阿革诺尔同样不肯逃跑,除非他先与阿基琉斯较量一番。
§21.581ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, §21.582ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει· §21.583ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ §21.584ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων §21.585νηπύτιʼ·
他将那面四面均衡的圆盾挡在身前,用枪矛瞄准阿基琉斯,并大声喝道: “光荣的阿基琉斯,想必你心里确实非常期盼着,在今天就能彻底毁灭傲慢的特洛伊人的城池吧,愚蠢的人!
ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
为此城,其实还要遭受许许多多的苦难。
§21.586ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, §21.587οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν §21.588Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις §21.589ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
因为在城里,我们有许多勇猛的汉子,我们在可亲的父母、妻子和孩子们面前守护着伊利昂;而你将在这里迎来你的厄运,哪怕你是这样一个可怕而大胆的战士。
§21.590ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, §21.591καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
” 他这样说着,用沉重的手投出锐利的标枪,击中了膝盖下方的胫骨,没有脱靶。
§21.592ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο §21.593σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε §21.594βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
在他周围,那副新铸的锡制护胫发出了可怕的轰鸣;青铜枪头从被击中者的身上弹了回来,未能刺穿,神明的礼物阻挡了它。
§21.595Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο §21.596δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, §21.597ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, §21.598ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
紧接着佩琉斯之子向神一般的阿革诺尔扑去,然而阿波罗不许他赢得进一步的荣耀,而是将阿革诺尔劫走,并用浓密的云雾将他遮蔽,让他平平安安地离开战场走去。
§21.599αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· §21.600αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς §21.601ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
但阿波罗用计谋将佩琉斯之子引开,使其远离人群;因为远射之王化作完全与阿革诺尔一模一样的容貌,站在他的面前,而阿基琉斯紧紧跟在后面追赶。
§21.602εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο §21.603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον §21.604τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων §21.605ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
就在他追赶在麦浪起伏的平原上时,神引着他沿着深急旋转的斯卡曼德罗斯河奔跑,只让他稍稍领先一点;阿波罗用计谋迷惑了他,使他总以为能用双脚追赶上他。
§21.606τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ §21.607ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
在此期间,其他特洛伊人惊慌失措,成群结队高高兴兴地奔向城内,城中塞满了聚拢来的人。
§21.608οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς §21.609μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι §21.610ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο §21.611ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
他们竟然不敢在城市和城墙之外互相等待,也不敢去探明谁已逃生,谁已在战斗中阵亡;而是急匆匆地涌进城中,只要他们的双腿和双膝救了他们。

词汇与语法注释

  1. §21.544ἔνθά κεν ... ἕλον — 表示过去相反事实的虚拟语气归结从句。在荷马语文中,小词 κεν 与过去时叙事直陈语气(不定过去时 ἕλον)连用,指出若非阿波罗干预,阿开亚人本已攻陷特洛伊城。
  2. §21.549φηγῷ κεκλιμένος — 主格单数现在时中被动分词。在此修饰主句主语 αὐτός(阿波罗自己,第547行)。说明阿波罗为了保护阿革诺尔而倚靠在橡树旁。虽然有人将其理解为修饰阿革诺尔(与格 οἱ),但从主格的一致性来看,指向神更为自然。
  3. §21.553εἰ μέν κεν ... φεύγω — 条件从句。采用 εἰ + κεν + 虚拟语气(φεύγω)的荷马特有句法,生动地假设了未来的可能性(“如果我逃跑的话”)。此句法随后引出归结从句中的将来时直陈语气(αἱρήσει)。
  4. §21.560ἑσπέριος δʼ ἂν ... ἀπονεοίμην — 祈愿语气(ἀπονεοίμην)与 ἂν(延续第558行的 ἄν)连用,表示潜在或假设性的未来结果(“到了黄昏,我或许能回到……”)。这在独白中勾勒出了阿革诺尔脑海中设想的撤退路线。
  5. §21.563μή μʼ ... νοήσῃ — 独立句中表示担忧的 μή + 虚拟语气(νοήσῃ)构。用以表达强烈的恐惧或对不利事态发生的忧虑(“只怕他会发现我”)。
  6. §21.611ὅν τινα ... σαώσαι — 关系从句中的祈愿语气(σαώσαι)。用于指代泛指或假设性的一组人(“凡是双腿和双膝能救下的人”),以此强调生死未卜的混乱状态和拼死撤退的激烈程度。

引用这一段

荷马, 伊利亚特 §21.544-21.611. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.544-21.611

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。