Humanitext Reader

ホメロス · イリアス §22.1-22.64

門前に残るヘクトルとプリアモスの懇願

194 / 226 箇所 · ギリシア語

要旨

アカイア軍が城壁に迫る中、ヘクトルだけが門前に留まり、アキレウスはアポロンに騙されたことを悔やみつつ城壁へと向かって疾走する。プリアモス王は、アキレウスの凶兆のような輝きを目にし、門前に立ちふさがる我が子ヘクトルに都に入るよう哀願する。

§22.1ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ §22.2ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν §22.3κεκλιμένοι καλῇσιν ἐπάλξεσιν·
こうして、彼らは都の中で、子鹿のように怯えて逃げ込んで、汗を乾かし、飲み、そして渇きを癒やしていた、美しき胸壁に寄りかかりながら。
αὐτὰρ Ἀχαιοὶ §22.4τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
一方、アカイア人たちは盾を肩に立てかけながら、城壁へと近づいていった。
§22.5Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν §22.6Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
だが、ヘクトルだけはその場に留まるよう、滅びをもたらす運命が縛りつけた、イリオスの前、すなわちスカイア門の前に。
§22.7αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
そのとき、フォイボス・アポロンがペレウスの子に言った。
§22.8τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις §22.9αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον;
「ペレウスの息子よ、なぜお前は素早い足で私を追うのか、お前自身は死すべき人間でありながら、不死の神たる私を?
οὐδέ νύ πώ με §22.10ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
お前はまだ私が神であることを知らないのか、これほど激しく怒り狂っているとは。
§22.11ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, §22.12οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
本当にお前には、追い散らしたトロイア人どもの戦いなどどうでもよいのか、彼らはすでに都へと逃げ込んだというのに、お前はここへとそれて来た。
§22.13οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
お前は私を殺すことはできない、私はお前に殺される運命ではないのだから。
§22.14τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」足の速いアキレウスは、激しく憤って彼に言った。
§22.15ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων §22.16ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος·
「遠矢の主よ、すべての神々の中で最も破滅をもたらす者よ、お前は私を欺いた、私を今、城壁から引き離してこちらへ向かわせることで。
ἦ κʼ ἔτι πολλοὶ §22.17γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
そうしなければ、まだ多くの者がイリオスに逃げ込む前に、歯で大地を噛みしめたであろうに。
§22.18νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
だが今、お前は私から大いなる栄光を奪い、彼らを救った、いとも容易く。
§22.19ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
後々の復讐を恐れる必要が少しもないからだ。
§22.20ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
本当に私はお前に復讐してやるものを、もし私にその力が備わっていさえすれば。
§22.21ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, §22.22σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, §22.23ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
」こう言うと、彼は大いなる誇りを胸に、都の方へと歩を進めた、まるで賞品を争う競走馬が戦車を引いて疾走するように、平原を全力で引き伸ばして軽々と走るかのように。
§22.24ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
そのようにアキレウスは、素早く足と膝を動かしていた。
§22.25τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι §22.26παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
老プリアモスが、最初に彼を自らの目で捉えた、平原を突進してくる彼の姿が、まるで星のようにきらきらと輝いているのを。
§22.27ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ §22.28φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
その星は秋に昇り、その極めて鮮やかな輝きは夜の最も深い暗闇の中で、多くの星々の間に輝いて見える。
§22.29ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
人々はその星を「オリオンの犬」と呼んでいる。
§22.30λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, §22.31καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
それは最も輝かしい星であるが、不吉な前兆として作られており、哀れな死すべき人間どもに、多くの熱病をもたらす。
§22.32ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
そのように、走るアキレウスの胸のあたりの青銅の武具が輝いていた。
§22.33ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν §22.34ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει §22.35λισσόμενος φίλον υἱόν·
老人は悲鳴を上げ、両手を高く持ち上げて、自らの頭を叩き、大声で嘆きながら、大声を張り上げて愛する息子に懇願した。
ὃ δὲ προπάροιθε πυλάων §22.36ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
しかし、彼(ヘクトル)は門の前に立ち尽くし、アキレウスと戦うことをひたすら熱望していた。
§22.37τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
老人は彼に向かって、両手を差し伸べながら哀れっぽく言った。
§22.38Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
「ヘクトルよ、愛する我が子よ、お願いだから、他のみんなから離れてあの男を待ち受けないでおくれ。
§22.39οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς §22.40Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
ペレウスの子に倒されて、すぐに最期の運命を迎えることのないように。
§22.41σχέτλιος·
彼は遥かに強いのだ、無慈悲な奴め。
αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο §22.42ὅσσον ἐμοί·
神々にとっても、私にとってと同じほどに彼が愛されない存在であったならよいものを。
τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν §22.43κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
そうすれば、すぐにでも犬や禿鷹が倒れた彼を食らい、私の胸から恐ろしい苦痛が去っていくであろうに。
§22.44ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε §22.45κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
あの男は、私の多くの優れた息子たちを殺し、また遠くの異国の島々へと売り飛ばして、私を子供のない身にした。
§22.46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον §22.47οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
現に今も、二人の息子、リュカオンとポリュドロスを、都へと逃げ込んできたトロイア人たちの中に見つけることができない。
§22.48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
彼らは、女たちの中の女王たるラオトエが、私のために産んでくれた子なのだ。
§22.49ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα §22.50χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
だが、もし彼らが敵の陣営でまだ生きているのなら、青銅や黄金をもって彼らを引き戻すことができるだろう。 家にはそれがあるのだから。
§22.51πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
名高い老人アルテスが、自分の娘に多くの財宝を授けてくれたのだ。
§22.52εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, §22.53ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· §22.54λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος §22.55ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
しかし、もし彼らがすでに死んで、ハデスの館にいるのなら、彼らを産んだ私と母の心にとっては悲痛なことであるが、他の人々にとっては、その悲しみはより短いものとなるだろう、お前までもがアキレウスに倒されて死にさえしなければ。
§22.56ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
だから我が子よ、城壁の中に入っておくれ。
§22.57Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
そしてトロイアの男たちと女たちを救ってくれ。
§22.58Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
ペレウスの子に大いなる栄光を与え、お前自身がその大切な命を奪われることのないように。
§22.59πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
さらに、未だ意識を持ちながらも、悲惨な境遇にあるこの私を、不運なこの私を憐れんでおくれ。
§22.60δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ §22.61αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
父なるクロノスの子ゼウスが、老いの敷居の上で、数々の恐ろしい惨状を目にした後、苛酷な運命のもとで滅ぼそうとされているのだ。
§22.62υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, §22.63καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα §22.64βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
殺されていく息子たち、引きずられていく娘たち、略奪される寝室、そして恐ろしい戦いの中で地面に叩きつけられる幼子たち、

語釈・文法注

  1. 22.11Τρώων πόνος — Τρώων は主格的属格で、「トロイア人たちが被っている労苦・戦闘」を意味する。πόνος はここでは「戦い」や「逃走の苦難」を指す。
  2. 22.20ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη — 希求法+ἄν(τισαίμην)と εἰ +希求法(παρείη)による潜在条件文であるが、ここでは「もし力があれば復讐してやるのだが(実際には力がない)」という反実仮想の意味合いを強く帯びている。ホメロス期における希求法による事実と反対の仮定の表現。
  3. 22.23πεδίοιο — 空間の属格(あるいは部分属格)で、運動がその領域の「中」で行われることを示す。「平原の上を(軽々と走る)」の意。
  4. 22.59ἔτι φρονέοντʼ — 現在分詞 φρονέοντα は対格で ἐμὲ に係る。「いまだ理性を保っているうちに」「生きながら意識があるうちに」を意味し、今後起こるであろう悲劇的な滅亡の前に、老プリアモスが未だ現状を認識できるだけの分別を持っていることを強調している。

この箇所を引用する

ホメロス, イリアス §22.1-22.64. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.1-22.64

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。