§21.202κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
他躺在沙滩上,黑色的水浸湿着他。
§21.203τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο §21.204δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
鳗鲡和鱼类在周围忙碌着对付他,啄食并撕咬他肾脏周围的脂肪。
§21.205αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, §21.206οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, §21.207ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ §21.208χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
而他则动身前去追击那些驾战车装备的派奥尼亚人,他们仍在漩涡密布的河边惊恐逃窜,因为目睹了在激烈的战斗中,他们最杰出的勇士在佩琉斯之子的双手和宝剑之下,被强大的力量所击杀。
§21.209ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε §21.210Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
在那里,他击杀了泰尔西洛科斯、米顿、阿斯图皮洛斯,以及姆内索斯、特拉西乌斯、埃尼奥斯和奥斐莱斯特斯。
§21.211καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, §21.212εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης §21.213ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης· §21.214ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις §21.215ἀνδρῶν·
捷足的阿喀琉斯本会击杀更多派奥尼亚人,若非深旋的河神心中恼怒而对他说话,他化作人形,从深邃的漩涡中发出声音: “阿喀琉斯啊,你强于凡人,所行的无道之事也过于凡人,在世人之中。
αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
因为诸神总是在亲自护佑着你。
§21.216εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, §21.217ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· §21.218πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, §21.219οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν §21.220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
若克罗诺斯之子已应允你将特洛伊人尽数歼灭,至少把他们从我这里赶出去,在平原上行你那可怕的事;因为我那美丽的水流已塞满了死尸,我已根本无法将我的流水排入神圣的大海,被这些尸体堵塞着,而你却仍在肆无忌惮地杀戮。
§21.221ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
罢手吧,且停下来;人们的领袖啊,我已满腔厌恶。
§21.222τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §21.223ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
” 捷足的阿喀琉斯回答他道: “宙斯所庇佑的斯卡曼德罗斯啊,正如你所吩咐,事情会照办的。
§21.224Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, §21.225πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι §21.226ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
但我绝不停止对傲慢的特洛伊人的屠杀,直到我把他们围困在城中,并与赫克托尔正面交锋,看是他击败我,还是我击败他。
§21.227ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
” 他这样说着,便如神明一般向特洛伊人猛扑过去。
§21.228καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· §21.229ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς §21.230εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε §21.231Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ §21.232δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
就在那时,深旋的河神对阿波罗说道: “啊,银弓之神,宙斯之子,你竟没有遵守克罗诺斯之子的意旨,他曾严厉地嘱托你要护卫特洛伊人,直到迟落的暮色降临,将肥沃的土地笼罩在阴影中。
§21.233ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ §21.234κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, §21.235πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς §21.236πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς §21.237τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος §21.238χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, §21.239κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
” 他说罢,而名扬枪锋的阿喀琉斯则从悬崖上跃下,跳入河流中央;而河神则以汹涌的波涛向他冲去,翻腾着激荡起所有的溪流,冲走了许多尸体,那些堆积在河道里的尸首,正是被阿喀琉斯所击杀的;他如同公牛般吼叫着,将这些尸体抛向岸上;但那些活着的人,他却在美丽的水流中保护起来,隐匿在深邃而巨大的漩涡里。
§21.240δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, §21.241ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν §21.242εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν §21.243εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα §21.244κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα §21.245ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν §21.246εἴσω πᾶσʼ ἐριποῦσʼ·
在阿喀琉斯周围,汹涌的波涛可怕地立起,奔流拍击在他的盾牌上;他用双脚无法立稳脚跟;于是他用双手抓住了一棵繁茂而巨大的榆树;然而它却连根拔起倒下,冲垮了整座悬崖,用它那茂密的枝桠阻断了秀丽的水流,整棵树倾倒在河中,将其架成了桥梁。
阿喀琉斯随即从漩涡中跃出,惊恐万分,迈开疾步在平原上飞奔逃命。
οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ §21.249ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο §21.250δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
然而大内河神并未停息,他掀起黑色的波涛向他袭来,欲使高贵的阿喀琉斯停止杀戮,并为特洛伊人驱散这场灾难。
§21.251Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή, §21.252αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος, §21.253ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
佩琉斯之子向后跃去,足有一枪之遥,其势如捕猎的黑雕般迅猛,那是飞禽中力量最强、速度最快者。
§21.254τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς §21.255σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς §21.256φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
他如同那黑雕般疾驰,胸前的青铜铠甲发出可怕的轰鸣;他在奔流之下闪躲着奔逃,而那河流则在后面奔腾汹涌,发出巨大的轰鸣。
§21.257ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου §21.258ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ §21.259χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· §21.260τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι §21.261ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει §21.262χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· §21.263ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο §21.264καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
正如一个引水灌溉的人,手执铁锹,从黑水泉中引出水流,穿行于植株与园圃之间,清除沟渠里的障碍;随着水流向前倾注,底下的所有沙石被冲刷卷动;水流在陡坡上迅速倾泻,潺潺作响,甚至赶在了引水人的前面;同样,那洪水的波涛也总是追上阿喀琉斯,尽管他如此迅捷;因为神明终究强于凡人。
§21.265ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς §21.266στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες §21.267ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §21.268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο §21.269πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
捷足的高贵阿喀琉斯每当试图顶流伫立,想要看清是否所有居于广袤天空的不朽神明都在使他惊恐逃窜,那天降之河的滔滔巨浪,总是从上方冲击他的双肩;于是他用双脚向上高高跃起,