Humanitext Reader

ホメロス · イリアス §20.436-20.503

アポロンによるヘクトル救出とアキレウスの虐殺

184 / 226 箇所 · ギリシア語

要旨

ヘクトルが投げた槍はアテナの息によって押し戻され、アキレウスの追撃からヘクトルはアポロンの霧に救われる。激怒したアキレウスは、トロスやデウカリオンなど多くのトロイア兵を無慈悲に虐殺し、戦車を血に染めて戦場を突き進む。

§20.436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
「たとえ私があなたより劣っていようとも、あなたの投げ槍で射て命を奪うことができるか、(やってみよう)。
§20.437δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
かつて私の槍先もまた鋭かったのだから。
§20.438ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
」彼はこう言うと、槍を振りかざして投げた。
§20.439πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο §20.440ἦκα μάλα ψύξασα·
しかし、アテナはかすかに息を吹きかけて、それを気高いアキレウスから遠ざけ、そらせた。
τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον, §20.441αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν.
槍は気高いヘクトルのもとへ戻り、まさに彼の足元に落ちた。
αὐτὰρ Ἀχιλλεὺς §20.442ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, §20.443σμερδαλέα ἰάχων·
一方、アキレウスは彼を殺そうと熱望し、恐ろしい声を上げながら激しく突進した。
τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων §20.444ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
しかし、アポロンは神らしく極めて容易に彼をさらい、深い霧の中に包み隠した。
§20.445τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς §20.446ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
足の速い気高いアキレウスは、それから三度、青銅の槍を手に突進したが、三度とも深い霧を突くのみであった。
§20.447ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §20.448δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
しかし、四度目に彼が神のごとく襲いかかったとき、恐ろしく叫んで、翼ある言葉を投げかけた。
§20.449ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον·
「犬め、またしてもお前は死を逃れたな。
ἦ τέ τοι ἄγχι §20.450ἦλθε κακόν·
実に災いはお前の間近に迫っていたのだ。
νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
だが、今回もフォイボス・アポロンがお前を救った。
§20.451ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
槍の響き合う中へ行くときには、お前が祈りを捧げる相手である彼が。
§20.452ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, §20.453εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
だが、次に相まみえるときには、必ずや私はお前を仕留めてみせる、もし神々のうちの誰かが私にも味方してくれるならば。
§20.454νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
今は出会う他の者たちを襲うことにしよう。
§20.455ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
」こう語ると、彼はデュオプスの首の真ん中を槍で突き刺した。
§20.456ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε, §20.457Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε §20.458κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε.
デュオプスは足元に倒れ伏したが、アキレウスは彼をそのままにして、フィレトルの子デムコスを、その気高く大柄な体を、膝のところで槍で射て足止めした。
τὸν μὲν ἔπειτα §20.459οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
その後、大剣で彼を突き、その命を奪い去った。
§20.460αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος §20.461ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, §20.462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
さらに彼は、ビアスの子らであるラオゴノスとダルダノスを、両者とも襲って戦車から地へと突き落とし、一方は投げ槍で射抜き、他方は近くから剣で切りつけた。
§20.463Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, §20.464εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη §20.465μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
アラストルの子トロスは、彼に立ち向かって膝にすがり、もしアキレウスが自分を捕らえて命を容赦し、生かしたまま放してくれるならば、同い年であることを憐れんで殺さずにいてくれるのではないかと(願った)。
§20.466νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
愚かな男よ、彼はそれが受け入れられるはずもないことを知らなかった。
§20.467οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, §20.468ἀλλὰ μάλʼ ἐμμεμαώς·
なぜなら、アキレウスは決して心優しくも、穏やかな気性の男でもなく、激しく荒れ狂っていたからである。
ὃ μὲν ἥπτετο χείρεσι γούνων §20.469ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
トロスは両手で膝に触れて懇願しようとしたが、アキレウスは剣でその肝臓を突き刺した。
§20.470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ §20.471κόλπον ἐνέπλησεν·
彼の肝臓は滑り出て、黒い血が飛び散り、その衣の胸元を満たした。
τὸν δὲ σκότος ὄσσε κάλυψε §20.472θυμοῦ δευόμενον·
彼の両目を闇が覆い、命が絶えた。
ὃ δὲ Μούλιον οὖτα παραστὰς §20.473δουρὶ κατʼ οὖς·
さらにアキレウスはムリオスの傍らに立ち、槍でその耳を突き刺した。
εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο §20.474αἰχμὴ χαλκείη·
するとたちまち、反対側の耳から青銅の槍先が突き抜けた。
ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον §20.475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
次に彼はアゲノルの子エケクロスの頭の真ん中を、柄のある剣で叩き斬った。
§20.476πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι·
剣全体が血で熱くなった。
τὸν δὲ κατʼ ὄσσε §20.477ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
彼の両目には暗い死と強大な運命がのしかかった。
§20.478Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες §20.479ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν §20.480αἰχμῇ χαλκείῃ·
次にデウカリオンを、肘の腱が交わるところ、そこを青銅の槍先で、その愛する腕を通して貫いた。
ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς §20.481πρόσθʼ ὁρόων θάνατον·
彼は腕が重くなり、目の前に迫る死を見つめながら待ち受けていた。
ὃ δὲ φασγάνῳ αὐχένα θείνας §20.482τῆλʼ αὐτῇ πήληκι κάρη βάλε·
アキレウスは剣でその首を切りつけ、兜ごと頭を遠くへ飛ばした。
μυελὸς αὖτε §20.483σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
骨髄が脊椎から飛び散り、彼は地に伸びて倒れた。
§20.484αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
さらにアキレウスは、ペイレスの非のうちどころのない息子リグモスを討ちに進んだ。
§20.485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
彼は豊かな土壌のトレイケから来ていた。
§20.486τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
彼はその腹の真ん中を投げ槍で射抜かれ、青銅の槍先が腹に突き刺さった。
§20.487ἤριπε δʼ ἐξ ὀχέων·
彼は戦車から転落した。
ὃ δʼ Ἀρηΐθοον θεράποντα §20.488ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ §20.489νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε·
さらにアキレウスは、従者アレイトオスが馬を反転させて戻そうとしたとき、その背中を鋭い槍で突き刺し、戦車から突き落とした。
κυκήθησαν δέ οἱ ἵπποι.
馬たちは激しく乱れた。
§20.490ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ §20.491οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, §20.492πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, §20.493ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος §20.494κτεινομένους ἐφέπων·
猛り狂う火が、乾燥した山の深い谷を焼き尽くし、深い森が燃え盛り、風があちこちで渦巻いて炎を巻き上げるように、アキレウスも神のごとく、あらゆる方へと槍を手にして荒れ狂い、殺戮を重ねながら追い回した。
ῥέε δʼ αἵματι γαῖα μέλαινα.
黒い大地は血で流れた。
§20.495ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους §20.496τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, §20.497ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, §20.498ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι §20.499στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας·
ちょうど、誰かが額の広い牡牛たちを軛につなぎ、よく整えられた脱穀場で白い大麦を踏み潰させるとき、低く吠える牡牛たちの足元で、大麦がたちまち細かく砕かれるように、大いなる心を持つアキレウスの下で、単一蹄の馬たちが、死体と盾をともに踏み潰して進んだ。
αἵματι δʼ ἄξων §20.500νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
車軸は下側がことごとく血まみれになり、座席の周りの车蓋の枠も同様であった。
§20.501ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον §20.502αἵ τʼ ἀπʼ ἐπισσώτρων·
それらは馬の蹄から、また車輪の鉄輪から飛び散る血の滴を浴びていた。
ὃ δὲ ἵετο κῦδος ἀρέσθαι §20.503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
ペレウスの子は栄光を勝ち得ようと熱望し、その無敵の両手は血糊で汚れていた。

語釈・文法注

  1. §20.436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι — 接続法 αἴ κέ... ἕλωμαι は期待や不確実な試みを示す条件節。主節(「〜かどうか見てみよう」など)が省略されており、「たとえ私が劣っていようとも、あなたの命を奪うことができるか試してみよう」という、挑戦の意を含んだ間接疑問的なニュアンスとして解釈される。
  2. §20.463Τρῶα δʼ Ἀλαστορίδην — 対格であるこの語は文頭に置かれ、読者の注意を引く(先取り/倒置)。主語 ὃ μὲν(トロス)は468行で ἥπτετο(すがりついた)の主語として現れる。文頭の対格は、後に続く動詞の目的語として最終的に機能する前に、話題を提示する役割を果たしている。
  3. §20.480ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς — 対格 χεῖρα は関係の対格(または部位の対格)で、受動分詞 βαρυνθεὶς を修飾し、「手において重くされて(腕が動かなくなって)」の意。μιν(彼を、すなわちアキレウスを)は他動詞 μένε(待ち受けた)の直接目的語である。
  4. §20.501ἃς ἄρʼ — 関係代名詞 ἃς(女性複数対格)の先行詞は、500行の ἄντυγες(車蓋の枠、女性複数)。馬の蹄(ἱππείων ὁπλέων)や車輪の鉄輪(ἐπισσώτρων)から飛び散る血の滴が、車座の周りの枠(関係代名詞 ἃς)を濡らしたという主従関係を表す。

この箇所を引用する

ホメロス, イリアス §20.436-20.503. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:20.436-20.503

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。