Humanitext Reader

ホメロス · イリアス §20.293-20.364

ポセイドンによるアイネイアス救出とアキレウスの鼓舞

182 / 226 箇所 · ギリシア語

要旨

ポセイドンはアイネイアスの命を救うために介入し、アキレウスの目を遮ってアイネイアスを戦場の端へ送る。アキレウスは目の前の奇跡に驚愕しつつも、味方を鼓舞して再び猛攻を仕掛ける。

§20.293ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
「おお、なんと、私は大いなる心を持つアイネイアスのために深く悲しむ。
§20.294ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι §20.295πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο §20.296νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
彼はまもなくペレウスの子に討ち倒されてハデスの館へと下っていくだろう、遠矢の神アポロンの言葉を信じた愚かにも。 アポロンは彼の悲惨な破滅を少しも防ぎはしないというのに。
§20.297ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει §20.298μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ §20.299δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
しかし、なぜ今、この無実の男が苦しみを受けねばならないのか、他人の苦しみのために虚しく、一方で常に広い天を領有する神々に、心にかなう贈り物を捧げているというのに。
§20.300ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, §20.301μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς §20.302τόνδε κατακτείνῃ·
さあ、我々だけでも彼を死の手から救い出そう、クロノスの子も怒るかもしれない、もしアキレウスがこの男を殺すならば。
μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι, §20.303ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται §20.304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων §20.305οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
彼には死を避けることが定められているのだ、子孫も途絶え、跡形もなく滅び去ることがないように、クロノスの子がすべての子供たちのうちで最も愛した、自分と死すべき人間の女たちとの間に生まれた者たちのうちで。
§20.306ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
すでにクロノスの子はプリアモスの血統を憎んでおられる。
§20.307νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει §20.308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
そして今や、力強きアイネイアスがトロイア人たちを支配し、彼の子供の子供たち、将来生まれてくる者たちもそうするだろう。
§20.309τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
」すると、雌牛の目を持つ高貴なヘラが彼に答えた。
§20.310ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον §20.311Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς §20.312Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
「地を揺るがす神よ、あなたご自身の心でよくお考えなさい、アイネイアスを、彼を救うべきか、それともそのままにしてペレウスの子アキレウスに討ち倒されるに任せるべきかを、彼が優れた者であるにせよ。
§20.313ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους §20.314πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη §20.315μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
というのも、我々二人は、多くの誓いを立てたからだ、すべての不死の神々の前で、私とパラス・アテネは、トロイア人たちから災いの日を追い払うことは決してしないと。
§20.316μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται §20.317καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
たとえトロイアの全土が猛烈な火によって焼かれ、燃え上がり、アレスの徒たるアカイア人の息子たちがそれを燃やす時であっても。
§20.318αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, §20.319βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, §20.320ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
」しかし、これを聞くと、地を揺るがすポセイドンは、戦闘の中へと、槍がぶつかり合う騒乱の中へと進み行き、アイネイアスと、あの名高いアキレウスがいる場所にたどり着いた。
§20.321αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν §20.322Πηλεΐδῃ Ἀχιλῆϊ·
彼はすぐに、一方の者の目の上に霧を注ぎかけた、ペレウスの子アキレウスに。
ὃ δὲ μελίην εὔχαλκον §20.323ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
そして彼は、青銅の穂先のついたトネリコの槍を大いなる心を持つアイネイアスの盾から引き抜いた。
§20.324καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, §20.325Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
そしてそれをアキレウスの足元に置き、アイネイアスを大地から高く持ち上げて、彼を送り去った。
§20.326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων §20.327Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
多くの英雄たちの列を、多くの戦車の列を、アイネイアスは、神の手から勢いよく飛び出して飛び越えた。
§20.328ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
そして、激しく揺れ動く戦場の端へとたどり着いた。
§20.329ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
そこではカウコネス人が戦いに備えて武装していた。
§20.330τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, §20.331καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
地を揺るがすポセイドンは彼のすぐ近くに歩み寄り、声をかけて、翼ある言葉で彼に語りかけた。
§20.332Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει §20.333ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, §20.334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
「アイネイアスよ、神々のうちの誰が、これほど無謀にもお前に命じて、傲慢なペレウスの子に立ち向かって戦わせるのか、彼はあなたよりも強く、また不死の神々にとっても愛されているというのに。
§20.335ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, §20.336μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
いや、彼に出会うときにはいつでも退きなさい、運命に反して、ハデスの館へと至ることのないように。
§20.337αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, §20.338θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
しかしアキレウスが自らの死と運命に追いつかれたときには、確信を持って最前線で戦うがよい。
§20.339οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
アカイア人のうち、他の誰もあなたを殺すことはできないのだから。
§20.340ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
」こう語ると、彼はすべてを明確に伝え終えたので、その場に彼を残して去った。
§20.341αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν §20.342θεσπεσίην·
そしてすぐに、彼はアキレウスの目から、あの不思議な霧を散らした。
ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν, §20.343ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
そして彼は目を見開いて注視し、怒りを覚えつつ、自らの大いなる心に向かってこう言った。
§20.344ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
「おお、なんと、私は目の前にこの大いなる驚異を見る。
§20.345ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα §20.346λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
槍はこうして地面に横たわっているが、あの男を見ることはできない、私が殺しようと激して槍を投げつけた者を。
§20.347ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν §20.348ἦεν·
確かにアイネイアスも不死の神々に愛される者であったのだ。
ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
私は彼が虚しく大言壮語しているだけだと思っていたが。
§20.349ἐρρέτω·
去るがよい。
οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι §20.350ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
彼にはもはや私を試そうとする気は起きないだろう、今もこうして死から命からがら逃げ延びたのだから。
§20.351ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας §20.352τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
だが、さあ、戦いを好むダナオス人たちに号令をかけ、他のトロイア人たちの前に立ち向かい、彼らを試してみよう。
§20.353ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
」そう言うと、彼は隊列へと跳び込み、一人一人の男に命じた。
§20.354μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, §20.355ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
「気高いアカイア人たちよ、もはやトロイア人たちから離れて立っていてはならない、さあ、男は男に立ち向かって進み、戦うことに熱望せよ。
§20.356ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι §20.357τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
私がいかに強者であっても、これほど多くの人々を追い、その全員と戦うことは困難なのだ。
§20.358οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη §20.359τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
不死の神であるアレスであっても、あるいはアテネであっても、これほど大規模な戦闘の矢面に立ち、戦い抜くことはできないだろう。
§20.360ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε §20.361καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
しかし、手と足、そして力をもって私ができる限りにおいては、私はもはや少しも力を緩めることはないと宣言する。
§20.362ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
むしろ隊列を端から端まで突き進むつもりだ。
§20.363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
そして、私はトロイア人のうちで、私の槍の近くに来る者には、誰一人として喜ぶ者はいないと思う。
§20.364ὣς φάτʼ ἐποτρύνων·
」彼はこのように鼓舞して語った。
Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
一方、トロイア人に対しては輝かしいヘクトルが

語釈・文法注

  1. §20.293μοι — 関心や同情を表す与格(ethical dative)。「私に(悲しみがある)」というよりは、話者(ポセイドン)がアイネイアスの境遇に寄せる強い同情や関心を示している。
  2. §20.301κεχολώσεται — ホメロスにおける接続法(短母音接続法)または直説法未来形。懸念を表す小辞 μή を伴い、「クロノスの子が怒ることになるのではないか」という懸念を示す。
  3. §20.312δαμήμεναι — 動詞 δάμνημι のアオリスト受動不定詞(ホメロス形)。「〜に屈する、討ち倒される」を意味し、前行の ἐάσῃς(〜するままにさせる、許す)の目的語(結果や内容を表す不定詞)として機能している。
  4. §20.336εἰσαφίκηαι — 二人称単数アオリスト中動態接続法(ホメロス形、通常の εἰσαφίκῃ )。懸念・禁止を表す μὴ に導かれ、文脈上「〜することのないように」という強い否定的願望・目的を表す。
  5. §20.348εὐχετάασθαι — 動詞 εὐχέομαι(自慢する、広言する)の現在不定詞(ホメロス形)。主節の動詞 ἔφην(私は思っていた)に導かれる対格不定詞構文で、その意味上の主語は対格代名詞 μιν(彼が)である。

この箇所を引用する

ホメロス, イリアス §20.293-20.364. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:20.293-20.364

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。