Humanitext Reader

ホメロス · イリアス §20.221-20.292

アイネイアスとアキレウスの対決とポセイドンの配慮

181 / 226 箇所 · ギリシア語

要旨

アイネイアスは自らの高貴な血統を語った後、言葉の応酬を打ち切ってアキレウスに槍を投げ、激しい戦闘が始まる。神の盾に阻まれたアキレウスの反撃によりアイネイアスは窮地に陥り、ポセイドンが介入を試みる。

§20.221τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο §20.222θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
そのエリクトニオスには三千頭の牝馬が湿地で草を食んでおり、彼女たちは愛らしい仔馬たちを誇らしげに連れていた。
§20.223τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, §20.224ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
彼女たちが草を食んでいる時に、北風ボレアスも恋に落ち、黒いたてがみの馬に姿を似せて、彼女たちと交わった。
§20.225αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
彼女たちは身ごもって、十二頭の仔馬を産み落とした。
§20.226αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, §20.227ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
その仔馬たちが恵み豊かな大地の上を跳ね回る時には、麦の穂の先端の上を走り、それを折り曲げることもなかった。
§20.228ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, §20.229ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
しかし、彼らが海の広い背の上を跳ね回る時には、灰色の海の砕ける白波の先端の上を走るのだった。
§20.230Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· §20.231Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο §20.232Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
エリクトニオスはトロイア人たちの王となるトロスを生み、トロスからは三人の非の打ち所のない息子たちが生まれた、イロスとアッサラコス、そして神のようなガニュメデスが。
§20.233ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· §20.234τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν §20.235κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
ガニュメデスはまことに死すべき人間のうちで最も美しく生まれ、神々が彼の美しさゆえに、ゼウスにお酌をさせるためにさらい去り、不死の神々の間に置いたのである。
§20.236Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· §20.237Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε §20.238Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
イロスはまた、非の打ち所のない息子ラオメドンを生み、ラオメドンはティトノスとプリアモスを、ランポス、クリュティオス、そしてアレスの若枝たるヒケタオンを生んだ。
§20.239Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· §20.240αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
アッサラコスはカピュスを、カピュスは息子アンキセスを生み、アンキセスは私を、プリアモスは気高いヘクトルを生んだ。
§20.241ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
このような系譜と血統に属することを、私は誇るのである。
§20.242Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε §20.243ὅππως κεν ἐθέλῃσιν·
しかしゼウスは、人間に卓越性を増し与えもし、減少させもする、己が望むままに。
ὃ γὰρ κάρτιστος ἁπάντων.
なぜなら、彼はすべての中で最も強力だからである。
§20.244ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς §20.245ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
だが、さあ、激しい戦闘のただ中に立ちながら、子供のようにこのようなことを語り合うのはもうやめよう。
§20.246ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι §20.247πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
我々両者には、互いに浴びせるべき悪口が非常に多くあり、百挺の櫂を持つ船であっても、その重荷を運びきることはできないほどなのだ。
§20.248στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι §20.249παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
人間の舌は柔軟であり、その中にはあらゆる種類の多くの言葉があり、言葉の放牧地はあちらこちらに広く広がっている。
§20.250ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
お前がいかなる言葉を口にしようとも、それと同等の言葉を聞かされることになるだろう。
§20.251ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη §20.252νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
だが、どうして我々二人に、まるで女たちのように、正面から互いに言い争い、口論する必要があるだろうか。
§20.253αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο §20.254νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι §20.255πόλλʼ ἐτεά τε καὶ οὐκί·
女たちは心を蝕む争いに憤り、通りの真ん中に出て行って、互いに罵り合う、真実のことも、そうでないことも、たくさん。
χόλος δέ τε καὶ τὰ κελεύει.
怒りが彼女たちにそう命じるのだ。
§20.256ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα §20.257πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον·
だが、言葉によって、戦うことを切望している私をそらすことはできない、正面から青銅で戦うまでは。
ἀλλʼ ἄγε θᾶσσον §20.258γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
さあ、一刻も早く、青銅の槍で互いを試してみようではないか。
§20.259ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
」そう言うと、彼は恐ろしく不気味な盾に強力な槍を打ち込んだ。
§20.260σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
盾は槍の穂先の下で、周囲に大音響を響かせた。
§20.261Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ §20.262ἔσχετο ταρβήσας·
ペレウスの子は、太い手で盾を体から遠ざけて、恐れをなして身構えた。
φάτο γὰρ δολιχόσκιον ἔγχος §20.263ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
大いなる心を持つアイネイアスの長い陰を落とす槍が、たやすく貫通するだろうと思ったからである、愚かにも。
§20.264νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν §20.265ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα §20.266ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
そして心と思慮において気づかなかったのだ、神々の輝かしい贈り物が、死すべき人間たちによって容易に打ち破られたり、屈したりするものではないことを。
§20.267οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος §20.268ῥῆξε σάκος·
そのときも、思慮深いアイネイアスの強力な槍は盾を突き破れなかった。
χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
神の贈り物である金がそれを防いだのである。
§20.269ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
しかし、槍は二つの層を貫通したが、まだ三つの層が残っていた。
§20.270ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, §20.271τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο, §20.272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
足の不自由な神は五つの層を打ち叩いて作っており、外側の二つは青銅、内側の二つは錫、そして中の一つの層が金であり、そこでトネリコの槍が食い止められたのである。
§20.273δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, §20.274καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
次にアキレウスが、長い陰を落とす槍を投げ放ち、アイネイアスの、どこをとっても均整のとれた盾に当てた。
§20.275ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, §20.276λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός·
盾の一番外側の縁の下、青銅が最も薄く走っており、牛の皮も最も薄く張られている場所を。
ἣ δὲ διὰ πρὸ §20.277Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
ペリオン山のトネリコの槍はそこを突き抜け、盾はその下で甲高く鳴り響いた。
§20.278Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε §20.279δείσας·
アイネイアスは身を縮め、恐れをなして盾を体から遠ざけて持ち上げた。
ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
槍は彼の背中の上を越えて、なおも進もうとするかのように地面に突き刺さった。
§20.280ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους §20.281ἀσπίδος ἀμφιβρότης·
そして人を覆うほど大きな盾の二つの同心円を貫通していた。
ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν §20.282ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, §20.283ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος.
彼は長い槍を避けて立ち尽くしたが、自らのすぐ近くに武器が突き刺さったことを恐れて、計り知れない衝撃がその目に注ぎ込まれた。
αὐτὰρ Ἀχιλλεὺς §20.284ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ §20.285σμερδαλέα ἰάχων·
しかしアキレウスは、猛然と襲いかかり、鋭い剣を抜いて、恐ろしい叫び声を上げた。
ὃ δὲ χερμάδιον λάβε χειρὶ
一方アイネイアスは、手で大きな石を掴んだ。
§20.286Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, §20.287οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
それは偉大な重さであり、今の人間であるならば、二人であっても運べないほどのものであるが、彼は一人でそれを容易に振り回した。
§20.288ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ §20.289ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, §20.290τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, §20.291εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
そこで、アイネイアスが、突進してくるアキレウスの兜か、あるいは彼を無惨な死から守っていた盾を石で打ったであろうし、ペレウスの子は、間近から剣で彼の命を奪ったであろう、もし、大地を揺らすポセイドンが素早く気づかなかったならば。
§20.292αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
彼はすぐに、不死の神々に向かって言葉を語りかけた。

語釈・文法注

  1. 20.245ἑσταότʼ — 完了分詞 ἑσταότε(デュアル・対格)の語尾母音脱落形。不定詞の意味上の主語として対格になっており、文脈上、対話しているアキレウスとアイネイアスの二人(「我々が立っていること」)を指す。
  2. 20.265δαμήμεναι — 受動不定詞 δαμῆναι のホメロス形。前行の ὡς(ὅτι節)に導かれる非人称表現 οὐ ῥηΐδιʼ ἐστὶ(「容易ではない」)の真主語として機能している。
  3. 20.288ἔνθά κεν — 接続詞 κέν(ἀν)を伴う反実仮想(過去)の主節の始まり。291行の条件節 εἰ μὴ ἄρʼ ὀξὺ νόησε...(「もし~が気づかなかったならば」)と呼応し、「~したであろうに」という未遂の事態を表す。

この箇所を引用する

ホメロス, イリアス §20.221-20.292. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:20.221-20.292

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。