Humanitext Reader

ホメロス · イリアス §20.1-20.75

神々の集会と人間たちの戦いへの参戦

178 / 226 箇所 · ギリシア語

要旨

ゼウスの許可を得て神々が人間たちの戦いに介入し、それぞれアカイア側とトロイア側を支援するために地上へ降り立つ。神々が対峙するなか、天地を揺るがす壮絶な戦いの幕が開く。

§20.1ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο §20.2ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
このようにアカイア人たちは、戦いに飽くことなきペレウスの子よ、そなたの周りで、舳先の曲がった船の傍らで武装していた。
§20.3Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
一方、トロイア人たちもまた、平野の小高いところで武装した。
§20.4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι §20.5κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου·
ゼウスはテミスに、峰多きオリンポスの頂から神々を集会へと召集するよう命じた。
ἣ δʼ ἄρα πάντῃ §20.6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
彼女はあちこちを巡って、ゼウスの館へと赴くよう彼らに命じた。
§20.7οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, §20.8οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται §20.9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
オケアノスを除いては、川の神々の誰も欠けておらず、また、美しい木立や川の源泉、草の生い茂る牧草地に住まうニュンペーたちの誰も欠けていなかった。
§20.10ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο §20.11ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ §20.12Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
彼らは雲を集めるゼウスの館へとやって来ると、父なるゼウスのためにヘパイストスが巧みな知恵で造り上げた、磨かれた廊下に席を占めた。
§20.13ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ·
このように神々はゼウスの館の内部に集まった。
οὐδʼ ἐνοσίχθων §20.14νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, §20.15ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
大地を揺るがす者もまた、女神の命令に耳を貸さないことはなく、海から上がって彼らのところへやって来て、中央に座を占め、ゼウスの意図を尋ねた。
§20.16τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
「稲妻を放つお方よ、なぜまた神々を集会へと召集されたのか。
§20.17ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
トロイア人とアカイア人について何か思いを巡らせておられるのか。
§20.18τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
彼らの間では、いまや戦いと戦争がすぐ近くで燃え上がっている。
§20.19τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
」雲を集めるゼウスが彼に答えて言った。
§20.20ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν §20.21ὧν ἕνεκα ξυνάγειρα·
「大地を揺らす者よ、私が彼らを集めた目的である、私の胸の内の意図をそなたは知っている。
μέλουσί μοι ὀλλύμενοί περ.
滅びゆく者たちとはいえ、彼らは私の気にかかるのだ。
§20.22ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο §20.23ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι·
だが、私はオリンポスの谷間に留まり、座してそこから見守ることで、我が心を愉しませよう。
οἳ δὲ δὴ ἄλλοι §20.24ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, §20.25ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
しかし、そなたたち他の神々は、トロイア人とアカイア人の間へと赴き、各自の心の望むままに、両陣営を援助せよ。
§20.26εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται §20.27οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
もしアキレウスが一人でトロイア人たちと戦うならば、彼らは足の速いペレウスの子を、ほんのしばらくの間も引き留めることはできないだろう。
§20.28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
以前でさえ、彼らはその姿を見るだけで震えおののいていたのだ。
§20.29νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς §20.30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
まして今、彼が友のことで激しく怒りを燃やしているのだから、運命を超えて城壁をも打ち破りはしないかと、私は恐れている。
§20.31ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
」クロノスの子はこう語り、容赦なき戦争を呼び起こした。
§20.32βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
神々は、心を二つに分かち、戦いへと向かっていった。
§20.33Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη §20.34ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης §20.35Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
ヘラは船の集いへと向かい、パラス・アテナ、地を包むポセイドン、そして賢明な心で抜きん出ている益をもたらすヘルメスも向かった。
§20.36Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων §20.37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
ヘパイストスも彼らとともに、力強く憤りつつ、足を引きずりながら赴いたが、その細い脚は激しく動いていた。
§20.38ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ §20.39Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα §20.40Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
一方、トロイア人の側には、兜きらめくアレスが、また彼とともに、髪を切らぬフォイボス、矢を喜ぶアルテミス、レト、クサントス、そして微笑みを愛するアフロディテが向かった。
§20.41εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
神々が人間の男たちから離れていた間は、アカイア人たちは大いに気勢を上げた。
§20.42τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς §20.43ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
アキレウスが姿を現したからであり、彼は長らく悲惨な戦いから身を引いていたのである。
§20.44Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον §20.45δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα §20.46τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
一方、トロイア人たちは、足の速いペレウスの子が、人間を滅ぼすアレスのように武具を輝かせているのを目にして、恐れおののき、彼ら一人一人の手足は激しい震えに襲われた。
§20.47αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, §20.48ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
しかし、オリンポスの神々が人間の群れに入り混じるや否や、軍勢を駆り立てる強力な不和の女神が立ち上がった。
§20.49στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, §20.50ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
アテナは、ある時は城壁の外の掘られた壕の傍らに立ち、またある時は鳴り響く海岸の波打ち際で、大きな声を張り上げて叫んだ。
§20.51αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος §20.52ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, §20.53ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
他方からは、アレスが暗い嵐のように、街の最も高いところからトロイア人たちを鋭い声で励まし、またある時はシモエイス川の傍ら、美しい丘の上を走りながら叫んだ。
§20.54ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες §20.55σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
このように、祝福された神々は両陣営を鼓舞して激突させ、彼らの間で激しい争いを巻き起こした。
§20.56δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε §20.57ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε §20.58γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
人間と神々の父は上空から恐ろしく雷鳴を轟かせ、下ではポセイドンが、果てしない大地と山の険しい頂を揺るがした。
§20.59πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης §20.60καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
泉の多いイデ山のすべての山裾と山頂、トロイア人の都、そしてアカイア人の船がことごとく揺れ動いた。
§20.61ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, §20.62δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
地底では、死者の王アイドネウスが恐怖し、恐怖のあまり玉座から飛び起きて叫び声を上げた。
§20.63γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, §20.64οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη §20.65σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
大地を揺るがすポセイドンが上から大地を裂き、死者と不死の神々に、不気味で陰気な、神々でさえ忌み嫌う彼の館が露わになってしまうのではないかと恐れたのである。
§20.66τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
神々が争い交わるなか、これほどまでに大いなる轟音が生じたのである。
§20.67ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος §20.68ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, §20.69ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
すなわち、主ポセイドンの向かいには、羽のついた矢を持つフォイボス・アポロンが立ち、エンユアリオスの向かいには、輝く目の女神アテナが立った。
§20.70Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ §20.71Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
ヘラの前には、黄金の紡ぎ糸を持つ、騒がしく矢を喜ぶアルテミス、遠矢の神の妹が立ち塞がった。
§20.72Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, §20.73ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, §20.74ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
レトの向かいには、力強く益をもたらすヘルメスが立ち、ヘパイストスの向かいには、神々がクサントスと呼び、人間がスカマンドロスと呼ぶ、深く渦巻く大河が立った。
§20.75ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν·
このように神々は神々に向き合って進んだ。
αὐτὰρ Ἀχιλλεὺς
しかし、アキレウスは

語釈・文法注

  1. §20.3Τρῶες δʼ αὖθʼ ἑτέρωθεν — 「他方のトロイア人たちもまた」の後に、前句の動詞 θωρήσσοντο(武装していた)が省略されている。
  2. §20.21ὧν ἕνεκα ξυνάγειρα — 関係代名詞 ὧν(複数属格)は、省略された中性複数代名詞の先行詞(例:τούτων)を吸収し、前置詞 ἕνεκα の支配を受けて属格になっている。
  3. §20.27οὐδὲ μίνυνθʼ ἕξουσι — 動詞 ἔχω(未来形 ἕξουσι)は、ここでは「引き留める」「抵抗する」の意で用いられており、副詞 μίνυνθα(ほんのしばらくの間)を伴って、「ほんのしばらくの間も押し留めることはできないだろう」という強い否定を表す。
  4. §20.30ὑπέρμορον ἐξαλαπάξῃ — 懸念の動詞 δείδω(恐れる)に導かれる μὴ 節。ὑπέρμορον(副詞的に「運命を超えて」)は、アキレウスの怒りの激しさが、世界の決定された運命秩序をも踏み越えかねないという最高度の危機感を表す。
  5. §20.62μή οἱ ὕπερθε — 恐れを表す動詞 δείσας(恐れて)に導かれる 接続法過去(希求法)の 節(μή + 3人称単数希求法 ἀναρρήξειε)。ポセイドンが上から大地を裂き、冥界を暴いてしまうのではないかというハデスの強烈な懸念を表現している。

この箇所を引用する

ホメロス, イリアス §20.1-20.75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:20.1-20.75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。