Humanitext Reader

荷马 · 伊利亚特 §2.728-2.802

战船名录结语与伊里斯对特洛伊的预警

第 20 段,共 226 段 · 希腊语

内容简介

阿开亚人的船队歌后半部分(色萨利等各部)宣告结束,随后缪斯揭示了最优秀的英雄和战马。此后,作为宙斯使者的伊里斯向特洛伊人通报阿开亚大军的进发,并化身为波利特斯向赫克托尔发出警告。

§2.728τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
彼是由蕾涅为毁城者俄伊琉斯所生。
§2.729οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, §2.730οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, §2.731τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε §2.732ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· §2.733τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
那些占有特里刻和崎岖的伊托梅的人,以及占有奥伊卡利亚——奥伊卡利亚人欧律托斯的城市——的人,他们的领袖又是阿斯克勒庇俄斯的两个儿子,即高明的医生波达莱里奥斯和马卡昂;随同他们的有三十艘深凹的战船排成队列。
§2.734οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, §2.735οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, §2.736τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· §2.737τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
那些占有奥尔梅尼翁和许佩蕾亚泉水的人,以及占有阿斯德里翁和提塔诺斯白色山峰的人,他们的领袖是欧艾蒙的显赫之子欧律皮洛斯;随同他的有四十艘黑色战船。
§2.738οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, §2.739Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, §2.740τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης §2.741υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· §2.742τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια §2.743ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, §2.744τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· §2.745οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος §2.746υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· §2.747τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
那些占有阿尔吉萨和居住在居尔托内的人,以及居住在奥尔泰、埃洛内和白色城市奥洛奥松的人,他们的领袖又是坚守战阵的波吕波伊特斯,他是不死之神宙斯所生的裴里托斯之子;他是由著名的希波达美亚为裴里托斯所生,就在裴里托斯惩罚那些多毛野兽的那一天,并将他们驱逐出佩利翁山,赶到埃西克斯人那里;他非孤身一人,与他同行的是阿瑞斯之苗裔莱昂透斯,他是凯涅乌斯之子、大度器宇的科罗诺斯的儿子;随同他们的有四十艘黑色战船。
§2.748Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· §2.749τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ §2.750οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, §2.751οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο §2.752ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, §2.753οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, §2.754ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· §2.755ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
古透斯从屈福斯率领二十二艘战船;跟随他的有埃尼埃内斯人和坚守战阵的佩莱博伊人,他们在严冬的多多那周围安家,并在可爱的提塔里西奥斯河畔耕作田地,该河将美流的水注入珀涅奥斯河,但它不与银浪翻滚的珀涅奥斯河相混合,而是像油一样在它上面流动;因为它是斯堤克斯之支流,那是可怕的誓言之水。
§2.756Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, §2.757οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον §2.758ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, §2.759τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
马格涅斯人的领袖是滕斯雷东之子普罗透斯,他们居住在珀涅奥斯河和叶浪起伏的佩利翁山周围;这些人由敏捷的普罗透斯率领,随同他的有四十艘黑色战船。
§2.760οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
这些便是达那奥斯人的领袖和统治者。
§2.761τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα §2.762αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
那么他们之中谁是最优秀的,缪斯,请告诉我,在他们自身以及随同阿特柔斯之子而来的战马之中。
§2.763ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, §2.764τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς §2.765ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· §2.766τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων §2.767ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
战马中以斐雷斯之孙的战马最为优秀,它们由埃乌梅洛斯驾驭,捷步如飞鸟,毛色相同,年龄相等,其背部高度如用水平仪测量般平齐;它们是在培蕾亚由银弓阿波罗所抚育,两匹皆为雌马,散发着阿瑞斯的恐怖。
§2.768ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας §2.769ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, §2.770ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
在男子中,特拉蒙之子埃阿斯最为优秀,只要阿基琉斯还在发怒;因为后者要强大得多,载着无瑕的佩琉斯之子的战马也是如此。
§2.771ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι §2.772κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν §2.773Ἀτρεΐδῃ·
但他却躺在弯曲的、越洋的战船旁,对部众的牧者、阿特柔斯之子阿伽门农怀着满腔怒火。
λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης §2.774δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες §2.775τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος §2.776λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον §2.777ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων §2.778ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες §2.779φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
而部众在海边的波涛击石处,掷铁饼、投轻标枪以及射箭自娱;他们的战马各守在战车旁,嚼着百脉根和沼泽里长出的芹菜,伫立于此;而战车则被严实地遮盖着,停放在主人们的营帐里;而人们因为思念那热爱战斗的首领,在营盘里四处踱步,并不参战。
§2.780οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· §2.781γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ §2.782χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ §2.783εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· §2.784ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα §2.785ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
而他们行进着,仿佛大地被烈火吞噬;大地在其脚下发出沉闷的呻吟,如同雷霆之乐的宙斯发怒时鞭笞堤福俄斯周围的大地,在阿里莫伊,据说那里有堤福俄斯的卧所;大地就在他们行进的脚步下发出巨大的呻吟,他们极其迅速地穿过平原。
§2.786Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις §2.787πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· §2.788οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι §2.789πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· §2.790ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· §2.791εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, §2.792ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς §2.793τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος, §2.794δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· §2.795τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· §2.796ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, §2.797ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
这时,风一样快捷的伊里斯作为使者来到特洛伊人中间,带来了执埃吉斯之盾的宙斯的痛苦消息;他们正聚集在普里阿摩斯的门口举行集会,所有人聚集在一处,无论是年轻人还是长者;捷足的伊里斯站在近前对他们说道;她把声音变得像普里阿摩斯之子波利特斯一样,他凭信着自己的捷足,作为特洛伊人的哨兵守望着,正坐在年迈的埃叙埃德斯坟冢的最顶端,等待着阿开亚人何时从战船上出发;捷足的伊里斯将自己化身为他,对他们说道: “老人家,无休止的话语总是让你喜爱,宛如曾经在和平年代一般;然而无法逃避的战争已经爆发。
§2.798ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, §2.799ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· §2.800λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν §2.801ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
至今我确实参加过许多次男子间的战斗,但还从未见过像这样、如此众多的军队;因为他们极像落叶或者沙粒,正穿过平原朝着城池走来,要在城下战斗。
§2.802Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
赫克托尔,我特别向你提出要求,请你这样做。 ”

词汇与语法注释

  1. §2.742ὑπὸ Πειριθόῳ — 介词 ὑπό 后接与格,表示父辈的生育,意为“由裴里托斯所生”。
  2. §2.754ἠΰτʼ ἔλαιον — 引导比较的连词 ἠΰτε(如、像)后接宾格的 ἔλαιον。形象地描绘了提塔里西奥斯河的水如何像油一样漂浮在珀涅奥斯河表面,不与其相混合的奇特现象。
  3. §2.765σταφύλῇ ἐπὶ νῶτον ἐΐσας — 名词 σταφύλη 意为“铅垂线”或“水平仪”,与表示限定的宾格 νῶτον(背)和形容词 ἐΐσας(相等的)连用,表示两匹马的背部高度极其均匀,如同用水平仪测量过一般。
  4. §2.782ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ — 连词 ὅτε(当……时)引导虚拟语气动词 ἱμάσσῃ,表示宙斯发怒并鞭笞堤福俄斯周围大地的重复性或一般性神话场景。
  5. §2.791εἴσατο δὲ φθογγὴν — 动词 εἴσατο(εἴδομαι“看起来像、相似”的不定过去时中动态)后接表示限定的宾格 φθογγήν(声音)和与格 υἷϊ(儿子),表示“(伊里斯在)声音上使自己相似于儿子(波利特斯)”,即“模仿他的声音说话”。

引用这一段

荷马, 伊利亚特 §2.728-2.802. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.728-2.802

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。