Humanitext Reader

荷马 · 伊利亚特 §2.653-2.727

军船名录:爱琴海诸岛与帖萨利亚军势

第 19 段,共 226 段 · 希腊语

内容简介

本节罗列了来自罗得岛(托波勒摩斯率领)和叙墨岛(尼柔斯率领)等岛屿的希腊联军,接着描述了因阿基琉斯愤怒退战而闲置在船旁的米尔米东军队,以及由波达耳刻斯(继任已故的普罗特西劳斯)、埃乌梅洛斯、梅冬(代领负伤在莱姆诺斯岛的菲罗克忒忒斯)所率领的帖萨利亚各支兵力。

§2.653Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε §2.654ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, §2.655οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες §2.656Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
托波勒摩斯,赫拉克勒斯之子,既勇敢又高大,从罗得岛率领九艘战船,载着高傲的罗得人,他们分三个部落居住在罗得岛周围,即林多斯、伊埃吕索斯和白垩闪闪的卡梅罗斯。
§2.657τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, §2.658ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, §2.659τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος §2.660πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
他们的领袖是以枪术闻名的托波勒摩斯,它是阿斯堤奥刻亚为赫拉克勒斯的伟力所生之子,托波勒摩斯从埃费里、从塞勒伊斯河畔将她带走,在他摧毁了许多由宙斯抚育的年轻人的城市之后。
§2.661Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, §2.662αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα §2.663ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· §2.664αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας §2.665βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι §2.666υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
然而当托波勒摩斯在建造牢固的宫殿里长大时,他立刻杀死了他父亲挚爱的母舅,已届暮年的、阿瑞斯之苗裔利库姆尼奥斯;他随即建造了战船,召集了许多部众,逃亡渡海而去;因为赫拉克勒斯伟力的其他儿子和孙子们威胁着他。
§2.667αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· §2.668τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν §2.669ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, §2.670καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
于是他漂泊流浪,饱受痛苦,来到了罗得岛;他们按部落分三路居住,并深受统治天神和凡人的宙斯所喜爱,克罗诺斯之子向他们倾注了神妙的财富。
§2.671Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας §2.672Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος §2.673Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε §2.674τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· §2.675ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
尼柔斯又从叙墨率领三艘匀称的战船,尼柔斯,阿格莱亚与查罗波斯国王之子,尼柔斯,他是来到伊利翁的男子中最为俊美的人,在其他所有达那奥斯人中,仅次于无瑕的佩琉斯之子;但他软弱无力,跟随他的部众也寥寥无几。
§2.676οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε §2.677καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
那些占有尼斯罗斯、克拉帕托斯和卡索斯的人,以及科斯——欧律皮洛斯的城市——和卡吕德奈群岛。
§2.678τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην §2.679Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· §2.680τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
他们的领袖又是斐迪波斯和安提波斯,他们是赫拉克勒斯国王之子塞萨洛斯的两个儿子;随同他们的有三十艘深凹的战船排成队列。
§2.681νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, §2.682οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, §2.683οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, §2.684Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, §2.685τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
此时,占有佩拉斯吉亚阿尔戈斯的所有人,居住在阿洛斯、阿洛佩和特拉基斯的人,占有普提亚和多美女之赫拉斯的人,他们被称为米尔米东人、赫勒涅斯人和阿开亚人,他们的五十艘战船的首领是阿基琉斯。
§2.686ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· §2.687οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· §2.688κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς §2.689κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, §2.690τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας §2.691Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, §2.692κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, §2.693υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· §2.694τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
但是他们并不思念那声响凄厉的战争;因为没有人能引领他们走向战列;因为神勇的捷足阿基琉斯正躺在战船中,为那秀发美丽的姑娘布里塞伊斯感到愤怒,这是他历尽艰辛从吕尔内索斯夺来的,当他彻底摧毁吕尔内索斯和底比斯的城墙,击倒了精于用枪的米内斯和埃皮斯特罗福斯时,他们是塞勒庇奥斯之子、国王埃乌埃诺斯的儿子;他为她痛苦地躺着,但不久他就要站起来。
§2.695οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα §2.696Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, §2.697ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
那些占有菲拉刻和繁花似锦的皮拉索斯的人,那里有德墨忒尔的圣地,还有产羊丰饶的伊同,滨海的安特隆以及草木繁茂的普特莱翁。
§2.698τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε §2.699ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
他们的领袖又是英勇的普罗特西劳斯,当他还活着的时候;但那时黑色的土地已将他埋葬。
§2.700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο §2.701καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ §2.702νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
他的妻子在菲拉刻悲痛地抓破双颊而被留了下来,屋宇也只盖了一半;而一个达达尼亚人杀死了他,在他从船上跳下时,远在所有阿开亚人之先。
§2.703οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· §2.704ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος §2.705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο §2.706αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου §2.707ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων §2.708ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ §2.709δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· §2.710τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
然而他们绝非没有首领,尽管他们确实思念其首领;而是阿瑞斯之苗裔波达耳刻斯整顿了他们,他是产羊丰饶的、菲拉科斯之子伊菲克洛斯的儿子,是大度器宇的普罗特西劳斯的胞弟,按出生他更年轻;但另一位年长且更优秀,即英勇的英雄普罗特西劳斯;而部众并非缺少首领,尽管他们确实思念那位高尚的首领;随同他的有四十艘黑色战船。
§2.711οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην §2.712Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
那些居住在波伊贝伊斯湖畔的费赖的人,波伊贝、格拉菲赖以及建造精良的约尔科斯。
§2.713τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν §2.714Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν §2.715Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
他们的领袖是阿德墨托斯心爱的儿子,率领十一艘战船,埃乌梅洛斯,由阿德墨托斯同妇人中最高贵者所生,即珀利亚斯女儿中容貌最美的阿尔刻斯提斯。
§2.716οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο §2.717καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
那些居住在梅索内和绍马基亚的人,占有美利波亚和崎岖的奥利宗的人。
§2.718τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς §2.719ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα §2.720ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
他们的领袖是深谙弓术的菲罗克忒忒斯,率领七艘战船;每艘战船上都有五十名水手已经登船,他们深谙如何用弓箭强力战斗。
§2.721ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων §2.722Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν §2.723ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· §2.724ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον §2.725Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
然而他躺在一个岛上,忍受着剧烈痛苦,在神圣的莱姆诺斯岛上,阿开亚人的子弟们将他留在了那里,备受那致命水蛇恶毒伤口的折磨;他在那里痛苦地躺着;但不久后他们就会想起他,战船旁的阿耳戈斯人们,想起国王菲罗克忒忒斯。
§2.726οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· §2.727ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
然而他们绝非没有首领,尽管他们确实思念其首领;而是俄伊琉斯的庶子梅冬整顿了他们,

词汇与语法注释

  1. §2.658βίῃ Ἡρακληείῃ — 与格结构,字面意为“由赫拉克勒斯的伟力”,这是一种诗歌中的迂言(periphrasis),代指英雄“强勇的赫拉克勒斯”本人。
  2. §2.681νῦν αὖ τοὺς ὅσσοι — 该句以宾格 'toùs' 作为关系从句的先发先行词开始,但最终在第685行以属格 'tôn' 来承接主句,形成了史诗列表里常见的无结构连接(anacoluthon)现象。
  3. §2.689κούρης χωόμενος Βρισηΐδος — 属格 'koúres' 是表示原因的属格(genitive of cause),修饰现在分词 'chōómenos'(“愤怒”),用以说明阿基琉斯愤怒的动因。
  4. §2.701δόμος ἡμιτελής — “建了一半的房屋”,既可以指物理上因主主人出征而停工的住宅,也可隐喻指由于新婚即出征、尚未诞下继承人而使得家庭建构残缺、未臻完整。

引用这一段

荷马, 伊利亚特 §2.653-2.727. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.653-2.727

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。